7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο [f]ὑμᾶς, εἰς δόξαν [g]Θεοῦ. 8 Λέγω [h]δέ, [i]Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,
14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης [m]γνώσεως, δυνάμενοι καὶ [n]ἄλλους νουθετεῖν. 15 [o]Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, [p]ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι [q]ὑπὸ τοῦ Θεοῦ, 16 εἰς τὸ εἶναί με λειτουργὸν [r]Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 17 Ἔχω οὖν [s]καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς [t]τὸν Θεόν. 18 Οὐ γὰρ τολμήσω [u]λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος [v]Θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· 20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ· 21 ἀλλά, καθὼς γέγραπται,
22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, [x]ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ [y]πολλῶν ἐτῶν, 24 ὡς [z]ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, [aa]ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25 Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 26 [bb]Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27 [cc]Εὐδόκησαν γάρ, καὶ ὀφειλέται [dd]αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς [ee]τὴν Σπανίαν. 29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας [ff]τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν· 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ [gg]ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος [hh]γένηται τοῖς ἁγίοις· 32 ἵνα ἐν χαρᾷ [ii]ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. 33 Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.
<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16 ->-
a εκαστος ¦ εκαστος γαρ TR
b επεπεσον ¦ επεπεσαν CT
c εις 91.6% ¦ παντα εις WH 1.9%
d προεγραφη ¦ εγραφη CT
e δια ¦ — ANT PCK TR
f υμας ¦ ημας BYZ PCK TR WH
g θεου ¦ του θεου CT
h δε ¦ γαρ CT
i χριστον ιησουν ¦ ιησουν χριστον TR ¦ χριστον CT
j εθνεσι ¦ εθνεσι κυριε ANT PCK
k τον κυριον παντα τα εθνη ¦ παντα τα εθνη τον κυριον CT
l επαινεσατε ¦ επαινεσατωσαν CT
m γνωσεως ¦ της γνωσεως NA TH WH
n αλλους ¦ αλληλους ANT CT TR
o τολμηροτερον ¦ τολμηροτερως WH
p αδελφοι 91.6% ¦ — CT 2.9%
q υπο ¦ απο WH
r ιησου χριστου ¦ χριστου ιησου CT
s καυχησιν ¦ την καυχησιν NA SBL WH
t τον ¦ — TR
u λαλειν τι ¦ τι λαλειν CT
v θεου ¦ αγιου WH ¦ — SBL
w οις ουκ ανηγγελη περι αυτου οψονται ¦ οψονται οις ουκ ανηγγελη περι αυτου WH
x επιποθιαν ¦ επιποθειαν WH
y πολλων ¦ ικανων SBL WH
z εαν ¦ αν CT
aa ελευσομαι προς υμας 65.3% ¦ — CT 3.5%
bb ευδοκησαν ¦ ηυδοκησαν WH
cc ευδοκησαν ¦ ηυδοκησαν WH
dd αυτων εισιν ¦ εισιν αυτων CT
ee την ¦ — CT
ff του ευαγγελιου του 90.9% ¦ — CT 3.6%
gg ινα ¦ — CT
hh γενηται τοις αγιοις ¦ τοις αγιοις γενηται CT
ii ελθω … και συναναπαυσωμαι ¦ ελθων … συναναπαυσωμαι NA SBL WH
Languages