8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ [h]ἀγαπᾷν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. 9 Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ [i]κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν [j]τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς [k]σεαυτόν. 10 Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα [l]ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· [m]ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, [n]καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14 ‡ αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.
<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14 ->-
a υπο ¦ απο TR
b εξουσιαι ¦ — CT
c του ¦ — CT
d ληψονται ¦ λημψονται CT
e των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%
f εκδικος εις οργην ¦ εις οργην εκδικος ANT
g ουν ¦ — CT
h αγαπαν αλληλους ¦ αλληλους αγαπαν CT
i κλεψεις ¦ κλεψεις ου ψευδομαρτυρησεις BYZ PCK TR
j τουτω τω λογω ¦ τω λογω τουτω CT
k σεαυτον ¦ εαυτον TR
l ημας ηδη ¦ ηδη υμας CT
m αποθωμεθα 98.2% ¦ αποβαλωμεθα SBL 0.7%
n και ενδυσωμεθα ¦ ενδυσωμεθα δε CT
o αλλ ¦ αλλα NA27 SBL TH WH