7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, [i]τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· 8 [j]καθὼς γέγραπται,
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 Ὑμῖν [m]γὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον [n]μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ [o]πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ [p]συγκοινωνὸς τῆς ῥίζης [q]καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἡ ῥίζα σέ. 19 Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν [s]κλάδοι, ἵνα ἐγὼ [t]ἐγκεντρισθῶ. 20 Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ [u]ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, [v]μήπως οὐδὲ σοῦ [w]φείσεται. 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, [x]ἀποτομίαν· ἐπὶ δὲ σέ, [y]χρηστότητα, ἐὰν [z]ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 [aa]Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ [bb]ἐπιμείνωσι τῇ ἀπιστίᾳ, [cc]ἐγκεντρισθήσονται· δυνατὸς γὰρ [dd]ὁ Θεός ἐστι πάλιν [ee]ἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, [ff]ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε [gg]παρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται,
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς [mm]ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
-
a ισραηλιτης ¦ ισραηλειτης TH WH
b βενιαμιν ¦ βενιαμειν TH WH
c ηλια ¦ ηλεια WH
d λεγων ¦ — CT
e και ¦ — CT
f λειμμα ¦ λιμμα WH
g γινεται ¦ γεινεται TH
h ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ — CT 3.5%
i τουτο ¦ τουτου PCK TR
j καθως ¦ καθαπερ WH
k δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
l συγκαμψον ¦ συνκαμψον TH WH
m γαρ ¦ δε CT
n μεν ¦ μεν ουν CT
o προσληψις ¦ προσλημψις CT
p συγκοινωνος ¦ συνκοινωνος TH WH
q και ¦ — CT
r αλλ ¦ αλλα NA27 SBL TH WH
s κλαδοι ¦ οι κλαδοι ANT TR
t εγκεντρισθω ¦ ενκεντρισθω TH WH
u υψηλοφρονει ¦ υψηλα φρονει CT
v μηπως ¦ — SBL TH WH
w φεισεται ¦ φεισηται TR
x αποτομιαν ¦ αποτομια CT
y χρηστοτητα ¦ χρηστοτης θεου CT
z επιμεινης ¦ επιμενης CT
aa και εκεινοι ¦ κακεινοι CT
bb επιμεινωσι ¦ επιμενωσι CT
cc εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WH
dd ο θεος εστι ¦ εστιν ο θεος CT HF TR
ee εγκεντρισαι ¦ ενκεντρισαι TH WH
ff εγκεντρισθησονται ¦ ενκεντρισθησονται TH WH
gg παρ ¦ εν WH ¦ — SBL
hh και ¦ — CT
ii και ¦ — CT
jj απειθεια ¦ απειθια WH
kk ελεηθωσι ¦ νυν ελεηθωσι NA SBL WH
ll απειθειαν ¦ απειθιαν WH
mm ανεξερευνητα ¦ ανεξεραυνητα CT