5 [e]Μωϋσῆς γὰρ γράφει [f]τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας [g]αὐτὰ ἄνθρωπος ζήσεται ἐν [h]αὐτοῖς. 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9 ὅτι ἐὰν ὁμολογήσῃς [i]ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
14 Πῶς οὖν [j]ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ [k]πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ [l]ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ [m]κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; [n]Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες [o]τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων [p]τὰ ἀγαθά. 16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [q]Θεοῦ.
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·
-
a η ¦ — CT
b του ισραηλ ¦ αυτων CT
c εστιν ¦ — CT
d δικαιοσυνην 92.5% ¦ — SBL WH 3.7%
e μωυσης ¦ μωσης PCK TR
f την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WH
g αυτα ¦ — SBL WH
h αυτοις ¦ αυτη SBL TH WH
i εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WH
j επικαλεσονται ¦ επικαλεσωνται CT
k πιστευσουσιν ¦ πιστευσωσιν CT
l ακουσουσι ¦ ακουσωσι CT
m κηρυξουσιν ¦ κηρυξωσιν CT
n καθως ¦ καθαπερ WH
o των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — CT 10.4%
p τα ¦ — WH
q θεου ¦ χριστου CT
r ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CT
s μωυσης ¦ μωσης PCK TR
t επι ¦ επ CT
u τοις ¦ εν τοις NA SBL