1 Καὶ [a]ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς [b]ἡμιώριον. 2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ [c]τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα [d]δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. 5 Καὶ εἴληφεν ὁ ἄγγελος [e]τὸν λιβανωτόν, καὶ ἐγέμισεν [f]αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο ‡ βρονται και φωναι ¦ φωναι και βρονται Αν BYZ PCK TRβρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι [h]οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν [i]ἑαυτοὺς ἵνα σαλπίσωσι.
7 Καὶ ὁ † πρωτος ¦ πρωτος αγγελος Αν TRπρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα [k]ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· [l]καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα * καιομενον ¦ πυρι καιομενον Αν ANT CT TRκαιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα· 9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων [n]ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων [o]διεφθάρη.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς [p]τῶν ὑδάτων. 11 Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται [q]ὁ Ἄψινθος· καὶ [r]ἐγένετο τὸ τρίτον [s]τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ [t]τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ [u]τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς † αετου ¦ αγγελου Αν TRἀετοῦ [w]πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ [x]μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ * τοις κατοικουσιν ¦ τους κατοικουντας K ANT BYZ CT HFτοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9 ->