1 Τῷ ἀγγέλῳ [a]τῆς [b]ἐν Ἐφέσῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν [c]χρυσῶν· 2 Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον [d]σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ [e]ἐπείρασας τοὺς [f]λέγοντας ἑαυτοὺς [g]ἀποστόλους εἶναι καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς, 3 καὶ [h]ὑπομονὴν ἔχεις καὶ ἐβάστασας [i]διὰ τὸ ὄνομά μου [j]καὶ οὐκ ἐκοπίασας. 4 ‡ αλλα ¦ αλλ Αν BYZ NA28 TRἈλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην [l]ἀφῆκας. 5 Μνημόνευε οὖν πόθεν * πεπτωκας ¦ εκπεπτωκας Αν BYZ PCK TR ¦ πεπτωκες WHπέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι [n]ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6 Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω [o]αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν § τω παραδεισω ¦ μεσω του παραδεισου Αν BYZ PCK TRτῷ παραδείσῳ τοῦ Θεοῦ * μου ¦ — Αν CT TRμου.
8 Καὶ τῷ ἀγγέλῳ [r]τῆς [s]ἐν Σμύρνῃ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, § ος ¦ — Kὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9 Οἶδά σου [u]τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, [v]ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν [w]ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 [x]Μηδὲν φοβοῦ ἃ μέλλεις * παθειν ¦ πασχειν Αν BYZ CT PCK TRπαθεῖν· ἰδοὺ † δη ¦ — Αν BYZ CT TRδή, μέλλει [aa]βαλεῖν [bb]ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ [cc]ἕξετε θλίψιν † ημερων ¦ ημερας K ANT BYZ HFἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 Οἶδα [ee]τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [ff]ἐν ταῖς ἡμέραις * εν αις 47.3% ¦ αις K ANT BYZ HF 43.4% ¦ — CT 2.7%ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ [hh]πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου [ii]ὁ Σατανᾶς κατοικεῖ. 14 § αλλ ¦ αλλα K ANT BYZ HF SBL WHἈλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς * εδιδαξε ¦ εδιδασκε(ν) Αν CT TRἐδίδαξε [ll]τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ‡ και ¦ — Αν BYZ CT PCK TRκαὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15 Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν § των ¦ — K BYZ HF SBL WHτῶν Νικολαϊτῶν [oo]ὁμοίως. 16 Μετανόησον † ουν ¦ — Αν BYZ PCK TH TRοὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ ‡ του ¦ φαγειν απο του Αν BYZ PCK TRτοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς [rr]οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18 Καὶ τῷ ἀγγέλῳ [ss]τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν [tt]πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, [uu]τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 § αλλ ¦ αλλα K ANT BYZ HF NA27 SBL WHἈλλ᾽ ἔχω κατὰ σοῦ [ww]ὅτι [xx]ἀφεῖς τὴν γυναῖκά [yy]σου [zz]Ἰεζάβελ, []ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ []φαγεῖν εἰδωλόθυτα. 21 Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, []καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 Ἰδού, []βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ []μετανοήσωσιν ἐκ τῶν ἔργων []αὐτῆς. 23 Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ []ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 Ὑμῖν δὲ λέγω, []τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, []οἵτινες οὐκ ἔγνωσαν τὰ † βαθεα ¦ βαθη Αν TRβαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ []βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος. 25 Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ § αν ηξω ¦ ανοιξω Kἂν ἥξω. 26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, []συντριβήσεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· 28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3 ->