7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ [l]πολεμῆσαι μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε, καὶ οἱ ἄγγελοι αὐτοῦ, 8 καὶ οὐκ * ισχυσενε ¦ ισχυσαν Αν BYZ TH TRἴσχυσεν, [n]οὐδὲ τόπος εὑρέθη [o]αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ. 9 Καὶ ἐβλήθη ὁ δράκων ὁ [p]μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ [q]Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην· ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν. 10 Καὶ ἤκουσα φωνὴν μεγάλην [r]ἐν τῷ οὐρανῷ, λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ· ὅτι [s]ἐβλήθη ὁ [t]κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν [u]αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. 12 Διὰ τοῦτο εὐφραίνεσθε, † ουρανοι ¦ οι ουρανοι Αν BYZ NA PCK SBL TRοὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ [w]τῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν [x]ἄρρενα. 14 Καὶ ἐδόθησαν τῇ γυναικὶ * δυο ¦ αι δυο Αν CTδύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, † οπως τρεφηται ¦ οπου τρεφεται Αν CT TRὅπως τρέφηται ἐκεῖ καιρόν, καὶ καιρούς, καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως. 15 Καὶ ἔβαλεν ὁ ὄφις [aa]ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα [bb]αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. 17 Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν [cc]Ἰησοῦ.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13 ->-
a εκραζεν ¦ κραζει TR ¦ και κραζει CT
b πυρος μεγας ¦ μεγας πυρρος BYZ NA PCK SBL TR WH ¦ πυρρος μεγας ANT BYZ TH ¦ μεγας πυρος BYZ
c επτα διαδηματα ¦ διαδηματα επτα TR
d ἕστηκεν ¦ ἔστηκεν WH
e τεκειν ¦ τικτειν PCK
f αρρενα ¦ αρσεν CT
g ηρπασθη ¦ ηρπαγη PCK
h προς ¦ — TR
i εκει ¦ — TR
j υπο ¦ απο ANT BYZ CT PCK TR
k εκτρεφωσιν ¦ τρεφωσιν Αν ANT BYZ NA SBL TR WH ¦ τρεφουσιν TH
l πολεμησαι μετα ¦ του πολεμησαι μετα ANT CT PCK ¦ επολεμησαν κατα TR
m ισχυσενε ¦ ισχυσαν Αν BYZ TH TR
n ουδε ¦ ουτε TR
o αυτω ¦ αυτων CT TR
p μεγας ο οφις ¦ οφις ο μεγας ANT
q σατανας ¦ ο σατανας ANT CT TR
r εν τω ουρανω λεγουσαν ¦ λεγουσαν εν τω ουρανω TR
s εβληθη ¦ κατεβληθη PCK TR
t κατηγορος ¦ κατηγωρ NA SBL WH
u αυτων ¦ αυτους CT
v ουρανοι ¦ οι ουρανοι Αν BYZ NA PCK SBL TR
w τη γη και τη θαλασση ¦ τοις κατοικουσι την γην και την θαλασσαν TR ¦ την γην και την θαλασσαν ANT CT
x αρρενα ¦ αρσενα CT
y δυο ¦ αι δυο Αν CT
z οπως τρεφηται ¦ οπου τρεφεται Αν CT TR
aa εκ του στοματος αυτου οπισω της γυναικος ¦ οπισω της γυναικος εκ του στοματος αυτου TR
bb αυτην ¦ ταυτην TR
cc ιησου ¦ του ιησου χριστου TR