Link to home pageLanguagesLink to all Bible versions on this site
11
1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, [a]λέγων, [b]Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. 2 Καὶ τὴν αὐλὴν τὴν [c]ἔξωθεν τοῦ ναοῦ ἔκβαλε [d]ἔξω, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας * τεσσαρακοντα και δυο ¦ τεσσαρακοντα δυο ANT BYZ PCK TR ¦ μβ΄ Αν BYZ ¦ τεσσερακοντα και δυο NA WH ¦ τεσσερακοντα δυο SBL THτεσσαράκοντα καὶ δύο. 3 Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα [f]περιβεβλημένοι σάκκους.

4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ [g]αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ § κυριου ¦ θεου Αν TRΚυρίου τῆς γῆς * εστωσαι ¦ εστωτες K BYZ CT HFἑστῶσαι. 5 Καὶ εἴ τις αὐτοὺς [j]θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις [k]θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. 6 Οὗτοι ἔχουσι § τον ουρανον εξουσιαν κλεισαι ¦ εξουσιαν κλεισαι τον ουρανον Αν BYZ PCK TR ¦ εξουσιαν τον ουρανον κλεισαι ANT ¦ την εξουσιαν κλεισαι τον ουρανον CTτὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ [m]ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν· καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν [n]ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ. 7 Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει [o]μετ᾽ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτούς, καὶ ἀποκτενεῖ αὐτούς. 8 Καὶ § το πτωμα ¦ τα πτωματα Αν BYZ PCK TRτὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας [q]τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος [r]αὐτῶν ἐσταυρώθη. 9 Καὶ [s]βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν § το πτωμα ¦ τα πτωματα Αν BYZ PCK TRτὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς [u]ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ αφησουσι ¦ αφιουσι Αν CTἀφήσουσι τεθῆναι εἰς [w]μνῆμα. 10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς [x]χαίρουσιν ἐπ᾽ αὐτοῖς καὶ * ευφρανθησονται ¦ ευφραινονται Αν CTεὐφρανθήσονται, καὶ δῶρα [z]δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Καὶ μετὰ [aa]τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν [bb]εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας [cc]ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. 12 Καὶ [dd]ἤκουσα φωνην μεγαλην … λεγουσαν ¦ φωνης μεγαλης … λεγουσης Αν BYZ CT PCKφωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ, λέγουσαν αὐτοῖς, [ff]Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 * και ¦ — K BYZ HFΚαὶ ἐν ἐκείνῃ τῇ [hh]ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων, χιλιάδες ἑπτά· καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.

14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· [ii]ἡ οὐαὶ ἡ τρίτη, ἰδού, ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, [jj]λέγουσαι, [kk]Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 Καὶ οἱ [ll]εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον του θρονου ¦ — Αν BYZ CT PCK TRτοῦ θρόνου τοῦ Θεοῦ § καθημενοι ¦ οι καθηνται K ANT BYZ HF THκαθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν, [oo]ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, 17 λέγοντες,

 
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,
ὁ ὢν καὶ ὁ [pp]ἦν,
ὅτι [qq]εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην,
καὶ ἐβασίλευσας.
18 Καὶ τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν ἡ ὀργή σου,
καὶ ὁ καιρὸς τῶν [rr]νεκρῶν κριθῆναι,
καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις
καὶ τοῖς ἁγίοις [ss]καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου,
[tt]τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,
καὶ διαφθεῖραι τοὺς [uu]διαφθείροντας τὴν γῆν.
 

19 Καὶ § ηνοιγη ¦ ηνοιχθη K BYZ HFἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ [ww]ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης του κυριου ¦ αυτου Αν BYZ CT TR ¦ κυριου ANTτοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ [yy]βρονταὶ καὶ χάλαζα μεγάλη.

<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12 ->