Link to home pageLanguagesLink to all Bible versions on this site
10
1 Καὶ εἶδον [a]ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ [b]ἡ ἶρις ἐπὶ [c]τῆς κεφαλῆς [d]αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· 2 καὶ * εχων ¦ ειχεν Αν BYZ PCK TRἔχων ἐν τῇ χειρὶ αὐτοῦ [f]βιβλίον [g]ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ [h]τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ [i]τῆς γῆς, 3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ [j]βρονταί, [k]ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, [l]λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ [m]μὴ αὐτὰ γράψῃς. 5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ [n]τὴν δεξιὰν εἰς τὸν οὐρανόν, 6 καὶ ὤμοσε [o]τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος [p]οὐκέτι ἔσται· 7 [q]ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, και ετελεσθη ¦ και τελεσθη Αν BYZ TR ¦ τελεσθη PCKκαὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, [s]ὡς εὐηγγέλισε [t]τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.

8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν [u]λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ [v]λέγουσα, Ὕπαγε, λάβε τὸ [w]βιβλιδάριον τὸ [x]ἀνεῳγμένον ἐν τῇ χειρὶ [y]τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 Καὶ [z]ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δουναι ¦ δος Αν BYZ PCK TRδοῦναί μοι τὸ [bb]βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 Καὶ ἔλαβον τὸ [cc]βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. 11 Καὶ λεγουσι ¦ λεγει Αν BYZ PCK TRλέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ [ee]ἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.

<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11 ->