ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ [a]Ἰωάννῃ, 2 ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, [b]ὅσα [c]εἶδε. 3 Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 [d]Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ * θεου 51.5% ¦ του TR 8.4% ¦ — Αν BYZ CT PCK 37.4%Θεοῦ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων [f]ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ· 5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος [g]τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
8 Ἐγώ εἰμι τὸ [m]Ἄλφα καὶ τὸ [n]Ὦ, λέγει [o]Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Ἐγὼ [p]Ἰωάννης, ὁ [q]ἀδελφὸς ὑμῶν καὶ † κοινωνος ¦ συγκοινωνος Αν ANT BYZ NA SBL TR ¦ συνκοινωνος TH WHκοινωνὸς ἐν τῇ θλίψει καὶ [s]βασιλείᾳ καὶ ὑπομονῇ § εν χριστω ιησου 66.1% ¦ ιησου χριστου Αν TR 25.7% ¦ εν ιησου CT 3.9% ¦ εν ιησου χριστω ANT 0.4%ἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ [u]διὰ τὴν μαρτυρίαν Ἰησοῦ [v]Χριστοῦ. 10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα ‡ φωνην οπισω μου ¦ οπισω μου φωνην Αν CT TRφωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος, 11 [x]λεγούσης, Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς [y]ἑπτὰ [z]ἐκκλησίαις, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς [aa]Φιλαδέλφειαν, καὶ εἰς [bb]Λαοδίκειαν.
12 Καὶ * εκει ¦ — Αν BYZ CT TRἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις [dd]ἐλάλει μετ᾽ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ τῶν [ee]ἑπτὰ λυχνιῶν ὅμοιον [ff]υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς [gg]μαστοῖς ζώνην [hh]χρυσῆν. 14 Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ [ii]ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ [jj]πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16 Καὶ ἔχων ἐν τῇ δεξιᾷ [kk]αὐτοῦ χειρὶ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ † εθηκε ¦ επεθηκε Αν BYZ PCK TRἔθηκε τὴν δεξιὰν ‡ αυτου 55.2% ¦ αυτου χειρα Αν ANT BYZ PCK TR 41.8%αὐτοῦ ἐπ᾽ ἐμέ, [nn]λέγων, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, [oo]ἀμήν· καὶ ἔχω τὰς † κλεις ¦ κλειδας K BYZ HFκλεῖς τοῦ ‡ θανατου και του αδου ¦ αδου και του θανατου Αν TRΘανάτου καὶ τοῦ ᾍδου. 19 Γράψον [rr]οὖν ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει [ss]γίνεσθαι μετὰ ταῦτα· 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων [tt]ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι· καὶ αἱ [uu]λυχνίαι αἱ ἑπτὰ § επτα ¦ ας ειδες επτα Αν BYZ PCK TRἑπτὰ ἐκκλησίαι εἰσί.
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2 ->-
a ιωαννη ¦ ιωανει WH
b οσα ¦ οσα τε TR
c ειδε ¦ ειδε και ατινα εισι και ατινα χρη γενεσθαι μετα ταυτα BYZ ¦ ειδε και ατινα εισι και α χρη γενεσθαι μετα ταυτα PCK
d ιωαννης ¦ ιωανης WH
e θεου 51.5% ¦ του TR 8.4% ¦ — Αν BYZ CT PCK 37.4%
f α ¦ α εστιν BYZ PCK TR
g των ¦ εκ των PCK TR
h αγαπωντι ¦ αγαπησαντι Αν BYZ PCK TR
i λουσαντι ¦ λυσαντι Αν CT
j απο ¦ εκ Αν CT
k βασιλειαν ¦ βασιλεις και Αν TR
l των αιωνων 82.5% ¦ — WH 15.2%
m αλφα ¦ Α ANT TR
n Ω 63.7% ¦ Ω αρχη και τελος TR 22.5%
o κυριος ο θεος ¦ ο κυριος TR
p ιωαννης ¦ ιωανης WH
q αδελφος ¦ και αδελφος TR
r κοινωνος ¦ συγκοινωνος Αν ANT BYZ NA SBL TR ¦ συνκοινωνος TH WH
s βασιλεια ¦ εν τη βασιλεια TR
t εν χριστω ιησου 66.1% ¦ ιησου χριστου Αν TR 25.7% ¦ εν ιησου CT 3.9% ¦ εν ιησου χριστω ANT 0.4%
u δια 73.6% ¦ — CT 26%
v χριστου ¦ — CT
w φωνην οπισω μου ¦ οπισω μου φωνην Αν CT TR
x λεγουσης ¦ λεγουσης εγω ειμι το Α και το Ω ο πρωτος και ο εσχατος και TR
y επτα ¦ — ST
z εκκλησιαις ¦ εκκλησιαις ταις εν ασια TR
aa φιλαδελφειαν ¦ φιλαδελφιαν TH WH
bb λαοδικειαν ¦ λαοδικιαν TH WH
cc εκει ¦ — Αν BYZ CT TR
dd ελαλει ¦ ελαλησε TR
ee επτα 73.5% ¦ — NA SBL WH 25.3%
ff υιω ¦ υιον BYZ HF NA SBL WH
gg μαστοις ¦ μαζοις PCK
hh χρυσην ¦ χρυσαν CT
ii ως ¦ ωσει BYZ PCK TR ¦ και ως HF
jj πεπυρωμενοι 82.8% ¦ πεπυρωμενης CT 1.1%
kk αυτου χειρι 45% ¦ χειρι αυτου ANT BYZ CT PCK 37.7%
ll εθηκε ¦ επεθηκε Αν BYZ PCK TR
mm αυτου 55.2% ¦ αυτου χειρα Αν ANT BYZ PCK TR 41.8%
nn λεγων ¦ λεγων μοι TR
oo αμην 79.2% ¦ — ANT CT 18.1%
pp κλεις ¦ κλειδας K BYZ HF
qq θανατου και του αδου ¦ αδου και του θανατου Αν TR
rr ουν ¦ — TR
ss γινεσθαι ¦ γενεσθαι NA PCK TH
tt ων ¦ ους CT
uu λυχνιαι αι επτα ¦ επτα λυχνιαι BYZ PCK TR
vv επτα ¦ ας ειδες επτα Αν BYZ PCK TR