1 Ἐν ἐκείναις ταῖς ἡμέραις, [a]παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος [b]ὁ Ἰησοῦς τοὺς μαθητὰς ‡ αυτου ¦ — ECM† NA SBL TH WHαὐτοῦ λέγει αὐτοῖς, 2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη [d]ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς [e]νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [f]τινὲς γὰρ αὐτῶν [g]μακρόθεν [h]ἥκουσι. 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ [i]αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; 5 Καὶ [j]ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ [k]εἶπον, Ἑπτά. 6 Καὶ [l]παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, [m]εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα [n]παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 Καὶ [o]εἶχον ἰχθύδια ὀλίγα· καὶ [p]εὐλογήσας εἶπε [q]παραθεῖναι καὶ αὐτά. 8 [r]Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ [s]σπυρίδας. 9 Ἦσαν δὲ [t]οἱ φαγόντες ὡς [u]τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ [v]εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο [w]συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη [x]σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω [y]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 Καὶ ἀφεὶς αὐτούς, [z]ἐμβὰς πάλιν [aa]εἰς πλοῖον, ἀπῆλθεν [bb]εἰς τὸ πέραν.
14 Καὶ [cc]ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους, [dd]λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν. 17 Καὶ γνοὺς ‡ ο ιησους 98.2% ¦ — ECM† NA SBL TH WH 0.4%ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; [ff]Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς [gg]πεντακισχιλίους, [hh]πόσους κοφίνους [ii]πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20 Ὅτε § δε 95.7% ¦ και ECM* SBL 0.4% ¦ — ECM† NA WH 1.3%δὲ τοὺς ἑπτὰ εἰς τοὺς [kk]τετρακισχιλίους, πόσων [ll]σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ‡ οι δε ειπον (ειπαν TH) 98.2% ¦ και λεγουσιν αυτω ECM† NA SBL WH 1.1%Οἱ δὲ εἶπον, Ἑπτά. 21 Καὶ [nn]ἔλεγεν αὐτοῖς, [oo]Πῶς οὐ συνίετε;
22 Καὶ [pp]ἔρχεται εἰς [qq]Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, [rr]ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι [ss]βλέπει. 24 Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, [tt]ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 Εἶτα πάλιν [uu]ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ [vv]ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ [ww]ἀποκατεστάθη, καὶ [xx]ἐνέβλεψε τηλαυγῶς [yy]ἅπαντας. 26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς [zz]τὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, []μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας []Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 Οἱ δὲ ‡ απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ECM† NA SBL WH ¦ ειπαν αυτω λεγοντες ECM* THἀπεκρίθησαν, []Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι []Ἠλίαν· ἄλλοι δὲ []ἕνα τῶν προφητῶν. 29 Καὶ αὐτὸς ‡ λεγει αυτοις ¦ επηρωτα αυτους ECM† NA SBL TH WHλέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς []δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. 30 Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι []ἀπὸ τῶν πρεσβυτέρων καὶ []τῶν ἀρχιερέων καὶ []τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος []αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33 Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε []τῷ Πέτρῳ, []λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, ‡ οστις ¦ ει τις ECM† NA SBL TH WHὍστις θέλει ὀπίσω μου []ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ []ἂν θέλῃ τὴν []ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν []ἀπολέσῃ τὴν []ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, []οὗτος σώσει αὐτήν. 36 Τί γὰρ † ωφελησει ¦ ωφελει ECM† NA SBL TH WHὠφελήσει []ἄνθρωπον, []ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 []Ἢ τί []δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ []ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 7ΚΑΤΑ ΜΑΡΚΟΝ 9 ->