1 Καὶ εἰσῆλθε πάλιν εἰς [a]τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [b]ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, [c]Ἔγειραι εἰς τὸ μέσον. 4 Καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν § αγαθοποιησαι ¦ αγαθον ποιησαι ECM† NAἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, [e]συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά † σου ¦ — ECM† NA SBLσου. Καὶ ἐξέτεινε, καὶ [g]ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ [h]ὑγιὴς ὡς ἡ ἄλλη. 6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [i]εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [j]ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7 Καὶ ὁ Ἰησοῦς [k]ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [l]ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ [m]οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [n]ἀκούσαντες ὅσα [o]ἐποίει, [p]ἦλθον πρὸς αὐτόν. 9 Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν [q]ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε, [r]λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. 12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ [s]φανερὸν αὐτὸν ποιήσωσι.
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 Καὶ ἐποίησε [t]δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, 15 καὶ ἔχειν ἐξουσίαν [u]θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια· 16 [v]καὶ ἐπέθηκε [w]τῷ Σίμωνι ὄνομα Πέτρον· 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ [x]Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς [y]ὀνόματα [z]Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· 18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ [aa]Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν [bb]Κανανίτην, 19 καὶ Ἰούδαν [cc]Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται [oo]τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ † βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ANT ECM* ¦ αι βλασφημιαι οσα εαν ECM† NA SBL TH WHβλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· 29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ‡ αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου [rr]κρίσεως. 30 Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31 * ερχονται ουν ¦ και ερχεται ECM† NA TH ¦ και ερχονται ECM* SBL WHἜρχονται οὖν [tt]οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ‡ εστωτες ¦ στηκοντες ECM† NA SBL TH WH ¦ εστηκοτες ECM*ἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν, § φωνουντες 94.6% ¦ καλουντες ECM† NA SBL TH WH 1.6%φωνοῦντες αὐτόν. 32 Καὶ ἐκάθητο [ww]ὄχλος περὶ αὐτόν· [xx]εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου [yy]καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. 33 Καὶ § απεκριθη αυτοις λεγων ¦ αποκριθεις αυτοις λεγει ECM† NA SBL TH WHἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου []ἢ οἱ ἀδελφοί []μου; 34 Καὶ περιβλεψάμενος []κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, []Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 Ὃς []γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή []μου καὶ []μήτηρ ἐστί.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 2ΚΑΤΑ ΜΑΡΚΟΝ 4 ->-
a την ¦ — SBL WH
b εξηραμμενην εχοντι την χειρα 93.3% ¦ την χειρα εχοντι ξηραν SBL WH 0.4% ¦ την ξηραν χειρα εχοντι ECM NA TH 0.2%
c εγειραι ¦ εγειρε ANT CT
d αγαθοποιησαι ¦ αγαθον ποιησαι ECM† NA
e συλλυπουμενος ¦ συνλυπουμενος TH WH
f σου ¦ — ECM† NA SBL
g αποκατεσταθη ¦ απεκατεσταθη BYZ CT
h υγιης ως η αλλη ¦ — CT
i ευθεως ¦ ευθυς CT
j εποιουν 92.5% ¦ εδιδουν CT 1.3%
k ανεχωρησε μετα των μαθητων αυτου ¦ μετα των μαθητων αυτου ανεχωρησε CT
l ηκολουθησαν αυτω 50.9% ¦ ηκολουθησεν αυτω BYZ PCK 42.9% ¦ ηκολουθησε CT 0.2%
m οι ¦ — CT
n ακουσαντες ¦ ακουοντες CT
o εποιει ¦ ποιει WH
p ηλθον ¦ ηλθαν WH
q εθεωρει προσεπιπτεν αυτω και εκραζε ¦ εθεωρουν προσεπιπτον αυτω και εκραζον ANT CT
r λεγοντα ¦ λεγοντες NA
s φανερον αυτον ¦ αυτον φανερον CT TR
t δωδεκα 97.1% ¦ δωδεκα ους και αποστολους ωνομασεν NA WH 1.5%
u θεραπευειν τας νοσους και ¦ — CT
v και 98.8% ¦ και εποιησε τους δωδεκα και NA SBL WH 0.4%
w τω σιμωνι ονομα ¦ ονομα τω σιμωνι ANT CT
x ιωαννην ¦ ιωανην WH
y ονοματα ¦ ονομα WH
z βοανεργες ¦ βοανηργες CT
aa ματθαιον ¦ μαθθαιον CT
bb κανανιτην ¦ καναναιον CT
cc ισκαριωτην 98% ¦ ισκαριωθ CT 0.8%
dd ερχονται ¦ ερχεται ECM† NA SBL TH WH
ee οχλος 89.5% ¦ ο οχλος NA SBL TH WH 7.4%
ff μητε ¦ μηδε ANT ECM† NA PCK SBL TH WH
gg βεελζεβουλ ¦ βεεζεβουλ WH
hh δυναται ¦ δυνησεται CT
ii σταθηναι η οικια εκεινη ¦ η οικια εκεινη σταθηναι ECM NA SBL ¦ η οικια εκεινη στηναι TH WH
jj μεμερισται ¦ εμερισθη CT
kk σταθηναι ¦ στηναι ECM† NA SBL TH WH
ll ουδεις δυναται ¦ ου δυναται ουδεις TR ¦ αλλ ου δυναται ουδεις ECM NA TH WH ¦ αλλ ουδεις δυναται SBL
mm τα σκευη του ισχυρου εισελθων εις την οικιαν ¦ εις την οικιαν του ισχυρου εισελθων τα σκευη ECM† NA SBL TH WH
nn διαρπαση ¦ διαρπασει ANT BYZ CT TR
oo τα αμαρτηματα τοις υιοις των ανθρωπων ¦ τοις υιοις των ανθρωπων τα αμαρτηματα ANT CT
pp βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ANT ECM* ¦ αι βλασφημιαι οσα εαν ECM† NA SBL TH WH
qq αλλ ¦ αλλα NA27 SBL TH WH
rr κρισεως 97% ¦ αμαρτηματος CT 0.7%
ss ερχονται ουν ¦ και ερχεται ECM† NA TH ¦ και ερχονται ECM* SBL WH
tt οι αδελφοι και η μητηρ 80.8% ¦ η μητηρ αυτου και οι αδελφοι ANT CT 2.7%
uu εστωτες ¦ στηκοντες ECM† NA SBL TH WH ¦ εστηκοτες ECM*
vv φωνουντες 94.6% ¦ καλουντες ECM† NA SBL TH WH 1.6%
ww οχλος περι αυτον ¦ περι αυτον οχλος ANT CT
xx ειπον δε ¦ και λεγουσιν CT
yy και αι αδελφαι σου 70.2% ¦ — ANT ECM SBL TH TR WH 28.9%
zz απεκριθη αυτοις λεγων ¦ αποκριθεις αυτοις λεγει ECM† NA SBL TH WH
η ¦ και ECM NA TH WH
μου ¦ — WH
κυκλω τους περι αυτον ¦ τους περι αυτον κυκλω CT
ιδε ¦ ιδου PCK
γαρ 99.4% ¦ — WH 0.3%
μου ¦ — CT
μητηρ ¦ μητηρ μου PCK