Link to home pageLanguagesLink to all Bible versions on this site
16
1 Καὶ διαγενομένου τοῦ σαββάτου, [a]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ιακωβου ¦ η του ιακωβου ANT BYZ ECM NA SBL TH TR WH ¦ η ιακωβου ECM*Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν [c]αὐτόν. 2 Καὶ λίαν πρωῒ [d]τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι [e]ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν. 6 Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 Καὶ [g]ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε § δε ¦ γαρ ECM NA SBL TH WHδὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν [i]εἶπον, ἐφοβοῦντο γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ECM NA SBL) ECM* WH 0.4% [Note: NA, SBL, and WH enclose this text with double brackets. WH includes this text after verse 20.]γάρ.[k]

9 [l]Ἀναστὰς [m]δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, [n]ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11 [o]Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.

12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

14 [p]Ὕστερον ἀνακειμένοις [q]αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν [r]ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 Σημεῖα δὲ τοῖς πιστεύσασι [s]ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι [t]καιναῖς· 18 [u]ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς [v]βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.

19 Ὁ μὲν οὖν [w]Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, [x]ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20 Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. * αμην 97.5% ¦ — ECM NA SBL WH 2.1%Ἀμήν.[z]

<- ΚΑΤΑ ΜΑΡΚΟΝ 15