6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, § ονπερ ητουντο ¦ ον παρητουντο ECM† NA SBL TH WHὅνπερ ᾐτοῦντο. 7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [m]συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 Καὶ † αναβοησας ¦ αναβας ECM† NA SBL TH WHἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς [o]ἀεὶ ἐποίει αὐτοῖς. 9 Ὁ δὲ [p]Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 [q]Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 Ὁ δὲ [r]Πιλάτος [s]ἀποκριθεὶς πάλιν [t]εἶπεν αὐτοῖς, Τί οὖν [u]θέλετε ποιήσω ὃν λέγετε [v]βασιλέα τῶν Ἰουδαίων; 13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14 Ὁ δὲ [w]Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ [x]κακὸν ἐποίησεν; Οἱ δὲ [y]περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15 Ὁ δὲ [z]Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ [aa]συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ [bb]ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι [cc]αὐτόν, Χαῖρε, [dd]ὁ βασιλεὺς τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ‡ τα ιδια 96.2% ¦ αυτου ECM† NA WH 0.8%τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ [ff]Γολγοθᾶ τόπον, ὅ ἐστι [gg]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 Καὶ ἐδίδουν αὐτῷ [hh]πιεῖν ἐσμυρνισμένον οἶνον· ‡ ο ¦ ος ECM† NA SBL TH WHὁ δὲ οὐκ ἔλαβε. 24 Καὶ § σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM† NA SBL TH WHσταυρώσαντες αὐτόν, [kk]διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 [ll]Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, [mm]κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ § εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM† NA SBL TH WHἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτόν, [oo]καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31 Ὁμοίως [pp]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32 Ὁ Χριστὸς ὁ βασιλεὺς [qq]τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν [rr]αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι [ss]αὐτῷ ὠνείδιζον αὐτόν.
33 [tt]Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας [uu]ἐνάτης. 34 Καὶ τῇ [vv]ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, [ww]λέγων, Ἐλωΐ, Ἐλωΐ, [xx]λιμὰ [yy]σαβαχθανί; Ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός [zz]μου, ὁ Θεός μου, εἰς τί * με εγκατελιπες ¦ εγκατελιπες με ECM† NA SBL TH WHμε ἐγκατέλιπες; 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, []Ἰδού, []Ἠλίαν φωνεῖ. 36 Δραμὼν δὲ []εἷς, []καὶ γεμίσας σπόγγον ὄξους, περιθείς []τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται []Ἠλίας καθελεῖν αὐτόν. 37 Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο []ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω * κραξας 96.5% ¦ — ECM† NA SBL TH WH 0.4%κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς []ὁ ἄνθρωπος οὗτος υἱὸς []ἦν Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς []ἦν []καὶ []Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ []τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ []Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ []καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ []ἦν Παρασκευή, ὅ ἐστι []προσάββατον, 43 []ἦλθεν Ἰωσὴφ []ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς † πιλατον ¦ τον πιλατον ECM† NA SBL ¦ τον πειλατον TH WHΠιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ δὲ []Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ []πάλαι ἀπέθανε. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ []σῶμα τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα, []καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ ‡ κατεθηκεν 93.8% ¦ εθηκεν ECM† NA SBL TH WH 4.6%κατέθηκεν αὐτὸν ἐν []μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία []Ἰωσῆ ἐθεώρουν ποῦ []τίθεται.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 14ΚΑΤΑ ΜΑΡΚΟΝ 16 ->-
a ευθεως ¦ ευθυς CT
b επι το 80% ¦ — ECM† NA SBL TH WH 1.1%
c τω ¦ — CT
d πιλατω ¦ πειλατω TH WH
e πιλατος ¦ πειλατος TH WH
f ειπεν αυτω ¦ αυτω λεγει CT
g πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR
h πιλατος ¦ πειλατος TH WH
i επηρωτησεν ¦ επηρωτα ANT CT
j καταμαρτυρουσιν ¦ κατηγορουσιν CT
k πιλατον ¦ πειλατον TH WH
l ονπερ ητουντο ¦ ον παρητουντο ECM† NA SBL TH WH
m συστασιαστων ¦ στασιαστων CT
n αναβοησας ¦ αναβας ECM† NA SBL TH WH
o αει ¦ — ECM NA SBL WH
p πιλατος ¦ πειλατος TH WH
q εγινωσκε ¦ εγεινωσκε TH
r πιλατος ¦ πειλατος TH WH
s αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT
t ειπεν ¦ ελεγεν CT
u θελετε ¦ — ECM TH WH
v βασιλεα ¦ τον βασιλεα ANT CT
w πιλατος ¦ πειλατος TH WH
x κακον εποιησεν ¦ εποιησε κακον ANT CT
y περισσοτερως ¦ περισσως CT
z πιλατος ¦ πειλατος TH WH
aa συγκαλουσιν ¦ συνκαλουσιν TH WH
bb ενδυουσιν ¦ ενδιδυσκουσιν CT
cc αυτον ¦ αυτον και λεγειν PCK
dd ο βασιλευς ¦ βασιλευ BYZ CT TR
ee τα ιδια 96.2% ¦ αυτου ECM† NA WH 0.8%
ff γολγοθα ¦ τον γολγοθαν CT
gg μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH
hh πιειν ¦ — CT
ii ο ¦ ος ECM† NA SBL TH WH
jj σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM† NA SBL TH WH
kk διαμεριζονται ¦ διεμεριζον TR
ll και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — NA SBL TH WH 11% [Note: ECM encloses this text with double brackets.]
mm κινουντες ¦ κεινουντες TH
nn εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM† NA SBL TH WH
oo και καταβα ¦ καταβας CT
pp και ¦ δε και ANT TR
qq του ¦ — CT
rr αυτω ¦ — BYZ CT TR
ss αυτω 95.4% ¦ συν αυτω ECM NA SBL WH 1.2%
tt γενομενης δε ¦ και γενομενης CT
uu ενατης ¦ εννατης TR
vv ωρα τη ενατη ¦ ωρα τη εννατη TR ¦ ενατη ωρα CT
ww λεγων ¦ — CT
xx λιμα ¦ λαμμα TR ¦ λεμα ECM NA SBL ¦ λαμα TH WH
yy σαβαχθανι ¦ σαβαχθανει TH WH
zz μου ¦ — PCK
με εγκατελιπες ¦ εγκατελιπες με ECM† NA SBL TH WH
ιδου ¦ ιδε ANT CT
ηλιαν ¦ ηλειαν WH
εις ¦ τις CT
και ¦ — TH WH
τε ¦ — CT
ηλιας ¦ ηλειας WH
απο ¦ απ CT
κραξας 96.5% ¦ — ECM† NA SBL TH WH 0.4%
ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT
ην θεου ¦ θεου ην ECM NA SBL WH
ην ¦ — CT
και ¦ — PCK
μαρια ¦ μαριαμ WH
του ¦ — CT
ιωση ¦ ιωσητος CT
και 88.8% ¦ — CT 3.6%
ην παρασκευη ¦ παρασκευη ην PCK
προσαββατον ¦ προς σαββατον BYZ
ηλθεν ¦ ελθων ANT CT PCK
ο ¦ — WH
πιλατον ¦ τον πιλατον ECM† NA SBL ¦ τον πειλατον TH WH
πιλατος ¦ πειλατος TH WH
παλαι 97.8% ¦ ηδη TH WH 1.5%
σωμα ¦ πτωμα CT
και ¦ — CT
κατεθηκεν 93.8% ¦ εθηκεν ECM† NA SBL TH WH 4.6%
μνημειω ¦ μνηματι ECM* WH
ιωση ¦ η ιωσητος CT
τιθεται ¦ τεθειται CT
Languages