9 Καὶ καταβαινόντων αὐτῶν [o]ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν [p]ἀναστῇ. 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ [q]αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι [r]Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 Ὁ δὲ [s]Ἰησοῦς ἀποκριθεὶς εἶπεν [t]αὐτοῖς, [u]Ἠλίας μὲν ἔρχεται [v]πρῶτον, καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι [w]Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, § αλλα ¦ αλλ ANT NA28 PCK TH TRἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. 13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ [y]Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Καὶ ἐλθόντων [z]αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν [aa]αὐτὸν 15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς [bb]πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε [cc]ἔσομαι μεθ᾽ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. 18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ [dd]ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν [ee]εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 Ὁ δὲ [ff]Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν [gg]ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, [hh]Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 [ii]Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22 [jj]Ἀναστρεφομένων δὲ αὐτῶν [kk]ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς [ll]Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ [mm]εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 Λέγει, Ναί. Καὶ [nn]ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [oo]Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς [pp]τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν [qq]ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18 ->-
a ιωαννην ¦ ιωανην WH
b εγενοντο ¦ εγενετο ANT BYZ CT PCK TR
c ωφθησαν ¦ ωφθη CT
d μωσης ¦ μωυσης CT
e ηλιας ¦ ηλειας WH
f μετ αυτου συλλαλουντες ¦ συλλαλουντες μετ αυτου NA SBL ¦ συνλαλουντες μετ αυτου TH WH
g ποιησωμεν ¦ ποιησω CT
h μωση ¦ μωσει ANT PCK ¦ μωυσει CT
i μιαν ηλια ¦ ηλια μιαν NA SBL TH ¦ ηλεια μιαν WH
j φωτεινη ¦ φωτινη WH
k αυτου ακουετε ¦ ακουετε αυτου CT
l επεσον ¦ επεσαν CT
m προσελθων ο ιησους ηψατο αυτων και ¦ προσηλθεν ο ιησους και αψαμενος αυτων CT
n τον ¦ αυτον CT
o εκ ¦ απο ANT TR
p αναστη ¦ εγερθη NA SBL WH
q αυτου ¦ — NA SBL WH
r ηλιαν ¦ ηλειαν WH
s ιησους ¦ — CT
t αυτοις ¦ — CT
u ηλιας ¦ ηλειας WH
v πρωτον ¦ — CT
w ηλιας ¦ ηλειας WH
x αλλα ¦ αλλ ANT NA28 PCK TH TR
y ιωαννου ¦ ιωανου WH
z αυτων ¦ — CT
aa αυτον ¦ αυτω TR
bb πασχει 99.4% ¦ εχει TH WH 0.6%
cc εσομαι μεθ υμων ¦ μεθ υμων εσομαι CT
dd εθεραπευθη ¦ ιαθη PCK
ee ειπον ¦ ειπαν WH
ff ιησους ειπεν ¦ λεγει CT
gg απιστιαν 97.6% ¦ ολιγοπιστιαν CT 1.5%
hh μεταβηθι εντευθεν ¦ μεταβα ενθεν CT
ii τουτο δε το γενος ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια 87.7% ¦ — CT 0.6%
jj αναστρεφομενων ¦ συστρεφομενων CT
kk εν τη γαλιλαια ¦ εις την γαλιλαιαν ANT
ll καπερναουμ ¦ καφαρναουμ CT
mm ειπον ¦ ειπαν CT
nn οτε εισηλθεν ¦ οτε εισηλθον PCK ¦ ελθοντα CT
oo λεγει αυτω ο πετρος ¦ ειποντος δε CT
pp την ¦ — CT
qq αναβαινοντα ¦ αναβαντα ANT BYZ CT PCK TR