13 [o]Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 Καὶ ἐξελθὼν [p]ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ [q]αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 Ὀψίας δὲ γενομένης, [r]προσῆλθον αὐτῷ οἱ μαθηταὶ [s]αὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 Ὁ δὲ εἶπε, Φέρετέ μοι [t]αὐτοὺς ὧδε. 19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ [u]τοὺς χόρτους, [v]λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22 Καὶ εὐθέως ἠνάγκασεν [w]ὁ Ἰησοῦς τοὺς [x]μαθητὰς ἐμβῆναι εἰς [y]τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24 Τὸ δὲ πλοῖον ἤδη [z]μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς [aa]ἀπῆλθε πρὸς αὐτοὺς [bb]ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ [cc]τῆς θαλάσσης. 26 [dd]Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ [ee]τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 [ff]Εὐθέως δὲ ἐλάλησεν [gg]αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28 Ἀποκριθεὶς δὲ [hh]αὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [ii]πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [jj]ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, [kk]ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 Βλέπων δὲ τὸν ἄνεμον [ll]ἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε, λέγων, Κύριε, σῶσόν με. 31 [mm]Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 Καὶ [nn]ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ [oo]ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.
34 Καὶ διαπεράσαντες [pp]ἦλθον [qq]εἰς τὴν γῆν [rr]Γεννησαρέτ. 35 Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36 καὶ παρεκάλουν αὐτόν, ἵνα [ss]μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15 ->-
a τετραρχης ¦ τετρααρχης NA SBL WH
b ιωαννης ¦ ιωανης WH
c ιωαννην ¦ ιωανην WH
d αυτον ¦ — WH
e εθετο εν φυλακη ¦ εν φυλακη απεθετο NA SBL WH ¦ εν τη φυλακη απεθετο TH
f αυτω ο ιωαννης ¦ ο ιωαννης αυτω NA ¦ ο ιωανης αυτω WH
g εφοβηθη ¦ εφοβειτο PCK
h γενεσιων δε αγομενων ¦ γενεσιοις δε γενομενοις CT
i μεθ ¦ μετα SBL WH
j ιωαννου ¦ ιωανου WH
k ελυπηθη ο βασιλευς δια δε 97.6% ¦ λυπηθεις ο βασιλευς δια CT 1.2%
l τον ιωαννην ¦ ιωανην WH
m σωμα ¦ πτωμα CT
n αυτο ¦ αυτον CT
o και ακουσας ¦ ακουσας δε ANT CT
p ο ιησους ¦ — CT
q αυτοις ¦ αυτους TR
r προσηλθον ¦ προσηλθαν WH
s αυτου ¦ — CT
t αυτους ωδε 98.1% ¦ ωδε αυτους CT 0.2%
u τους χορτους ¦ του χορτου CT
v λαβων ¦ και λαβων TR
w ο ιησους ¦ — CT
x μαθητας ¦ μαθητας αυτου ANT PCK TR
y το ¦ — SBL WH
z μεσον της θαλασσης ην ¦ σταδιους πολλους απο της γης απειχε NA SBL WH
aa απηλθε ¦ ηλθε CT
bb ο ιησους ¦ — CT
cc της θαλασσης ¦ την θαλασσαν CT
dd και ιδοντες αυτον οι μαθηται 94.1% ¦ οι δε μαθηται ιδοντες αυτον NA SBL WH 0.9%
ee την θαλασσαν ¦ της θαλασσης CT
ff ευθεως ¦ ευθυς CT
gg αυτοις ο ιησους ¦ ο ιησους αυτοις NA TH WH
hh αυτω ο πετρος ειπε ¦ ο πετρος ειπε PCK ¦ ο πετρος ειπεν αυτω WH
ii προς σε ελθειν ¦ ελθειν προς σε CT
jj ο ¦ — SBL TH WH
kk ελθειν ¦ και ηλθε CT
ll ισχυρον ¦ — WH
mm ευθεως δε ¦ και ευθεως PCK
nn εμβαντων ¦ αναβαντων CT
oo ελθοντες ¦ — CT
pp ηλθον ¦ ηλθαν WH
qq εις την γην ¦ επι την γην εις CT
rr γεννησαρετ ¦ γενησαρετ PCK
ss μονον ¦ καν μονον ANT PCK