10 Καὶ προσελθόντες οἱ μαθηταὶ [j]εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11 Ὁ δὲ ἀποκριθεὶς εἶπεν [k]αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, [l]ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι. 14 Καὶ ἀναπληροῦται [m]αὐτοῖς ἡ προφητεία Ἠσαΐου, ἡ λέγουσα,
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ [q]σπείροντος. 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ [r]ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ [s]εὐθὺς μετὰ χαρᾶς [t]λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος [u]τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου [v]συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 Ὁ δὲ ἐπὶ τὴν [w]γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ [x]συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ [y]ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ [z]σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ [aa]ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. 26 Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει [bb]ζιζάνια; 28 Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ [cc]δοῦλοι [dd]εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες [ee]συλλέξομεν αὐτά; 29 Ὁ δὲ [ff]ἔφη, Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα [gg]μέχρι τοῦ θερισμοῦ· καὶ ἐν [hh]καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον [ii]συναγάγετε εἰς τὴν ἀποθήκην μου.
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον [jj]τῶν λαχάνων ἐστί, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ [kk]κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ [ll]ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς [mm]οὐκ ἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν [oo]οἰκίαν [pp]ὁ Ἰησοῦς· καὶ [qq]προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, [rr]Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν [ss]αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια [tt]τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [uu]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος [vv]τούτου. 41 Ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα [ww]ἀκούειν ἀκουέτω.
44 [xx]Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν [yy]τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ [zz]πάντα ὅσα ἔχει πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν []ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 []ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, []ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς []ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
51 []Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, []Κύριε. 52 Ὁ δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς []εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν· 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε []ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; []Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ []Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσί; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι []αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14 ->-
a δε ¦ — CT
b απο 97.2% ¦ — ANT CT 1.5%
c το ¦ — ANT CT PCK
d ειστηκει ¦ ιστηκει TH WH
e πολλα εν παραβολαις ¦ εν παραβολαις πολλα PCK
f σπειρειν ¦ σπειραι ANT BYZ PCK
g ηλθε τα πετεινα και ¦ ελθοντα τα πετεινα ANT CT
h απεπνιξαν ¦ επνιξαν NA SBL
i ακουειν ¦ — CT
j ειπον ¦ ειπαν CT
k αυτοις ¦ — WH
l οτι βλεποντες ου βλεπουσι και ακουοντες ουκ ακουουσιν ουδε συνιουσι και αναπληρουται ¦ ινα βλεποντες μη βλεπωσι και ακουοντες μη ακουωσι μηδε συνωσι μηποτε επιστρεψωσι και τοτε πληρωθησεται ANT
m αυτοις ¦ επ αυτοις TR
n ιασομαι ¦ ιασωμαι BYZ PCK TR
o ακουει ¦ ακουουσιν ANT CT
p ειδον ¦ ειδαν CT
q σπειροντος ¦ σπειραντος ANT CT
r αρπαζει ¦ αιρει ANT
s ευθυς ¦ ευθεως ANT
t λαμβανων ¦ δεχομενος και λαμβανων ANT
u τουτου ¦ — NA TH WH
v συμπνιγει ¦ συνπνιγει TH WH
w γην την καλην ¦ καλην γην CT
x συνιων ¦ συνιεις CT
y ὁ … ὁ … ὁ ¦ ὃ … ὃ … ὃ NA SBL WH
z σπειροντι ¦ σπειραντι ANT CT PCK SCR
aa εσπειρε ¦ επεσπειρε CT
bb ζιζανια ¦ τα ζιζανια TR
cc δουλοι ¦ — WH
dd ειπον αυτω ¦ λεγουσιν αυτω NA TH ¦ αυτω λεγουσι SBL WH
ee συλλεξομεν ¦ συλλεξωμεν ANT BYZ CT TR
ff εφη ¦ φησιν CT
gg μεχρι ¦ εως NA WH
hh καιρω ¦ τω καιρω TR
ii συναγαγετε ¦ συναγετε WH
jj των ¦ παντων των ANT PCK
kk κατασκηνουν ¦ κατασκηνοιν WH
ll εκρυψεν ¦ ενεκρυψεν ANT BYZ CT TR
mm ουκ ¦ ουδεν ANT CT
nn κοσμου 99.2% ¦ — SBL TH WH 0.6%
oo οικιαν ¦ οικιαν αυτου ANT
pp ο ιησους ¦ — ANT CT
qq προσηλθον ¦ προσηλθαν WH
rr φρασον ¦ διασαφησον CT
ss αυτοις ¦ — CT
tt του ¦ — CT
uu καιεται ¦ κατακαιεται NA TR WH
vv τουτου ¦ — CT
ww ακουειν ¦ — CT
xx παλιν ¦ — CT
yy τω ¦ — PCK
zz παντα οσα εχει πωλει 90.2% ¦ πωλει παντα οσα εχει NA SBL 4.1% ¦ πωλει οσα εχει WH 1.1%
ανθρωπω 96.4% ¦ — WH 2.4%
ος ευρων ¦ ευρων δε CT
αναβιβασαντες ¦ αναβιβασαντες αυτην ANT
αγγεια ¦ αγγη CT
λεγει αυτοις ο ιησους ¦ — CT
κυριε ¦ — CT
εις την βασιλειαν ¦ τη βασιλεια CT
εκπληττεσθαι ¦ εκπλησσεσθαι CT
ουχι ¦ ουχ CT
ιωσης ¦ ιωσηφ CT
αυτου ¦ — CT