2 Ὁ δὲ [a]Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας [b]δύο τῶν μαθητῶν αὐτοῦ, 3 εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; 4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε [c]Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5 τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, [d]νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· 6 καὶ μακάριός ἐστιν, ὃς [e]ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7 Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ [f]Ἰωάννου, Τί [g]ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8 Ἀλλὰ τί [h]ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς [i]ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν [j]βασιλείων [k]εἰσίν. 9 Ἀλλὰ τί [l]ἐξήλθετε [m]ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10 Οὗτος [n]γάρ ἐστι περὶ οὗ γέγραπται,
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ [u]παιδίοις [v]ἐν ἀγοραῖς καθημένοις, [w]καὶ προσφωνοῦσι τοῖς [x]ἑταίροις αὐτῶν, 17 [y]καὶ λέγουσιν,
20 Τότε [cc]ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21 Οὐαί σοι, [dd]Χοραζίν, οὐαί σοι, [ee]Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι [ff]ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ [gg]σποδῷ μετενόησαν. 22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. 23 Καὶ σύ, [hh]Καπερναούμ, [ii]ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου [jj]καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις [kk]ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, [ll]ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24 Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι [mm]ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26 Ναί, ὁ πατήρ, ὅτι οὕτως [nn]ἐγένετο εὐδοκία ἔμπροσθέν σου. 27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι [oo]πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. 30 Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12 ->-
a ιωαννης ¦ ιωανης WH
b δυο ¦ δια CT
c ιωαννη ¦ ιωανει WH
d νεκροι 94.7% ¦ και νεκροι CT 3.5%
e εαν ¦ αν WH
f ιωαννου ¦ ιωανου WH
g εξηλθετε ¦ εξηλθατε CT
h εξηλθετε ¦ εξηλθατε CT
i ιματιοις ¦ — CT
j βασιλειων 62.6% ¦ βασιλεων ANT BYZ CT TR 36.9%
k εισιν ¦ — WH
l εξηλθετε ¦ εξηλθατε CT
m ιδειν προφητην ¦ προφητην ιδειν SBL WH
n γαρ ¦ — CT
o ιωαννου ¦ ιωανου WH
p ιωαννου ¦ ιωανου WH
q ιωαννου ¦ ιωανου WH
r προεφητευσαν ¦ επροφητευσαν CT
s ηλιας ¦ ηλειας WH
t ακουειν ¦ — NA SBL WH
u παιδιοις ¦ παιδαριοις TR
v εν αγοραις καθημενοις ¦ εν αγορα καθημενοις BYZ PCK ¦ καθημενοις εν αγοραις ANT ¦ καθημενοις εν ταις αγοραις CT
w και προσφωνουσιν ¦ α προσφωνουντα ANT CT
x εταιροις αυτων ¦ ετεροις αυτων BYZ HF ¦ ετεροις CT
y και ¦ — ANT CT
z υμιν 97.4% ¦ — CT 1.4%
aa ιωαννης ¦ ιωανης WH
bb τεκνων 97.7% ¦ εργων CT 0.4%
cc ηρξατο ¦ ηρξατο ο ιησους PCK
dd χοραζιν ¦ χωραζιν PCK ¦ χοραζειν TH WH
ee βηθσαιδα ¦ βηθσαιδαν BYZ ST WH
ff εγενοντο ¦ εγενηθησαν ANT
gg σποδω ¦ σποδω καθημεναι ANT
hh καπερναουμ ¦ καφαρναουμ CT
ii η εως του ουρανου υψωθεισα ¦ η εως του ουρανου υψωθης BYZ PCK ¦ μη εως ουρανου υψωθηση CT
jj καταβιβασθηση 97.8% ¦ καταβηση NA SBL WH 0.4%
kk εγενοντο ¦ εγενηθησαν ANT CT
ll εμειναν ¦ εμεινεν CT
mm απεκρυψας ¦ εκρυψας CT
nn εγενετο ευδοκια ¦ ευδοκια εγενετο CT
oo πραος ¦ πραυς CT
Languages