1 [a]Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς [b]Καπερναούμ. 2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων [c]ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ [d]παρέξει τοῦτο· 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε [e]πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ [f]εἰμι ἱκανὸς ἵνα [g]ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· § αλλ ¦ αλλα NA27 SBL TH TR WHἀλλ᾽ εἰπὲ λόγῳ, καὶ [i]ἰαθήσεται ὁ παῖς μου. 8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε, Λέγω ὑμῖν, [j]οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 Καὶ ὑποστρέψαντες [k]οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν [l]ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
11 Καὶ ἐγένετο ἐν [m]τῷ ἑξῆς, [n]ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [o]ἱκανοί, καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, [p]υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ [q]αὐτὴ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [r]σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβε δὲ φόβος [s]πάντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι Προφήτης μέγας [t]ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. 17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ [u]ἐν πάσῃ τῇ περιχώρῳ.
18 Καὶ ἀπήγγειλαν [v]Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ [w]Ἰωάννης ἔπεμψε πρὸς τὸν [x]Ἰησοῦν, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ [y]ἄλλον προσδοκῶμεν; 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες [z]εἶπον, [aa]Ἰωάννης ὁ βαπτιστὴς [bb]ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ [cc]ἄλλον προσδοκῶμεν; 21 Ἐν [dd]αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο [ee]τὸ βλέπειν. 22 Καὶ ἀποκριθεὶς [ff]ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε [gg]Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [hh]ὅτι τυφλοὶ ἀναβλέπουσι, [ii]χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, [jj]κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Ἀπελθόντων δὲ τῶν [kk]ἀγγέλων [ll]Ἰωάννου, ἤρξατο λέγειν [mm]τοῖς ὄχλοις περὶ [nn]Ἰωάννου, Τί [oo]ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί [pp]ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί [qq]ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστι περὶ οὗ γέγραπται,
31 [xx]Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, [yy]καὶ λέγουσιν,
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς []τὴν οἰκίαν τοῦ Φαρισαίου []ἀνεκλίθη. 37 Καὶ ἰδού, γυνὴ []ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, []ἐπιγνοῦσα ὅτι []ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα []παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, []ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ. 39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν []προφήτης, []ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. 40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ []φησι, Διδάσκαλε, εἰπέ. 41 Δύο []χρεωφειλέται ἦσαν []δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων []δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, []εἰπέ, πλεῖον []αὐτὸν ἀγαπήσει; 43 Ἀποκριθεὶς []δὲ []ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ []ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ []τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. 45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς []εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ []μου τοὺς πόδας. 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 Εἶπε δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 Εἶπε δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 6ΚΑΤΑ ΛΟΥΚΑΝ 8 ->-
a επει δε ¦ επειδη CT
b καπερναουμ ¦ καφαρναουμ CT
c εμελλε ¦ ημελλε ANT CT TR
d παρεξει ¦ παρεξη CT
e προς αυτον ο εκατονταρχος φιλους ¦ φιλους ο εκατονταρχης CT
f ειμι ικανος ¦ ικανος ειμι CT
g υπο την στεγην μου ¦ μου υπο την στεγην BYZ HF PCK
h αλλ ¦ αλλα NA27 SBL TH TR WH
i ιαθησεται ¦ ιαθητω CT
j ουτε ¦ ουδε ANT BYZ CT PCK TR
k οι πεμφθεντες εις τον οικον ¦ εις τον οικον οι πεμφθεντες CT
l ασθενουντα ¦ — CT
m τω ¦ τη BYZ PCK TR
n επορευετο ¦ επορευθη CT
o ικανοι 98.1% ¦ — CT 1.1%
p υιος μονογενης ¦ μονογενης υιος CT
q αὐτὴ χήρα ¦ αὐτὴ ἦν χήρα BYZ CT ¦ αὕτη ἦν χήρα ANT TR
r συν ¦ ην συν ANT CT SCR
s παντας ¦ απαντας TR
t εγηγερται ¦ ηγερθη CT
u εν ¦ — CT
v ιωαννη ¦ ιωαννει TH ¦ ιωανει WH
w ιωαννης ¦ ιωανης WH
x ιησουν ¦ κυριον CT
y αλλον ¦ ετερον ANT TH WH
z ειπον ¦ ειπαν CT
aa ιωαννης ¦ ιωανης WH
bb απεσταλκεν ¦ απεστειλεν CT
cc αλλον ¦ ετερον ANT
dd αυτη δε ¦ εκεινη CT
ee το ¦ — CT
ff ο ιησους ¦ — CT
gg ιωαννη ¦ ιωαννει TH ¦ ιωανει WH
hh οτι ¦ — ANT CT
ii χωλοι ¦ και χωλοι ANT
jj κωφοι ¦ και κωφοι NA TH WH
kk αγγελων ¦ μαθητων ANT
ll ιωαννου ¦ ιωανου WH
mm τοις οχλοις ¦ προς τους οχλους ANT CT TR
nn ιωαννου ¦ ιωανου WH
oo εξεληλυθατε ¦ εξηλθατε CT
pp εξεληλυθατε ¦ εξηλθατε CT
qq εξεληλυθατε ¦ εξηλθατε CT
rr εγω ¦ — CT
ss γαρ ¦ — CT
tt προφητης ¦ — CT
uu ιωαννου του βαπτιστου ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
vv μικροτερος ¦ μεικροτερος TH
ww ιωαννου ¦ ιωανου WH
xx τινι ¦ ειπε δε ο κυριος τινι TR
yy και λεγουσιν ¦ α λεγει CT
zz υμιν ¦ — CT
ιωαννης ¦ ιωανης WH
μητε αρτον εσθιων ¦ μη εσθιων αρτον NA SBL TH ¦ μη εσθων αρτον WH
οινον πινων ¦ πινων οινον CT
εσθιων ¦ εσθων WH
φιλος τελωνων ¦ τελωνων φιλος TR
των τεκνων αυτης παντων ¦ παντων των τεκνων αυτης CT
την οικιαν ¦ τον οικον CT
ανεκλιθη ¦ κατεκλιθη CT
εν τη πολει ητις ην ¦ ητις ην εν τη πολει CT
επιγνουσα ¦ και επιγνουσα ANT BYZ CT PCK
ανακειται ¦ κατακειται CT
παρα τους ποδας αυτου οπισω ¦ οπισω παρα τους ποδας αυτου ANT CT
ηρξατο βρεχειν τους ποδας αυτου τοις δακρυσι ¦ τοις δακρυσιν ηρξατο βρεχειν τους ποδας αυτου CT
προφητης ¦ ο προφητης WH
εγινωσκεν ¦ εγεινωσκεν TH
φησι διδασκαλε ειπε ¦ διδασκαλε ειπε φησι CT
χρεωφειλεται ¦ χρεοφειλεται NA SBL TH ¦ χρεοφιλεται WH
δανειστη ¦ δανιστη CT
δε ¦ — CT
ειπε ¦ — CT
αυτον αγαπησει ¦ αγαπησει αυτον CT
δε ¦ — NA SBL WH
ο ¦ — CT
επι τους ποδας μου ¦ μοι επι ποδας NA SBL WH ¦ μοι επι τους ποδας TH
της κεφαλης ¦ — CT
εισηλθον ¦ εισηλθεν ANT
μου τους ποδας ¦ τους ποδας μου BYZ CT