1 Ἰησοῦς δὲ [a]Πνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι [b]εἰς τὴν ἔρημον, 2 ἡμέρας [c]τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, [d]ὕστερον ἐπείνασε. 3 [e]Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 Καὶ ἀπεκρίθη [f]Ἰησοῦς πρὸς αὐτόν, [g]λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται [h]ἄνθρωπος, [i]ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι Θεοῦ. 5 Καὶ ἀναγαγὼν αὐτὸν [j]ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου. 6 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ [k]ἐὰν θέλω δίδωμι αὐτήν. 7 Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον [l]ἐμοῦ, ἔσται [m]σοῦ [n]πᾶσα. 8 Καὶ ἀποκριθεὶς [o]αὐτῷ εἶπεν ὁ Ἰησοῦς, [p]Ὕπαγε ὀπίσω μου, Σατανᾶ· [q]γέγραπται,
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
16 Καὶ ἦλθεν εἰς [x]τὴν [y]Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 Καὶ ἐπεδόθη αὐτῷ βιβλίον [z]Ἠσαΐου τοῦ προφήτου. Καὶ [aa]ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον,
31 Καὶ κατῆλθεν εἰς [tt]Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι. 32 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, 34 [uu]λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 35 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε [vv]ἐξ αὐτοῦ. Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς [ww]μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. 36 Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται; 37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 Ἀναστὰς δὲ [xx]ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· [yy]πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40 Δύνοντος δὲ τοῦ ἡλίου, [zz]πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας []ἐπιθεὶς []ἐθεράπευσεν αὐτούς. 41 Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, []κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ []ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
42 Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι []ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. 43 Ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι []εἰς τοῦτο []ἀπέσταλμαι. 44 Καὶ ἦν κηρύσσων []ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 3ΚΑΤΑ ΛΟΥΚΑΝ 5 ->-
a πνευματος αγιου πληρης ¦ πληρης πνευματος αγιου ANT CT PCK
b εις την ερημον ¦ εν τη ερημω CT
c τεσσαρακοντα ¦ τεσσερακοντα CT
d υστερον ¦ — CT
e και ειπεν ¦ ειπε δε CT
f ιησους προς αυτον ¦ ο ιησους προς αυτον ANT ¦ προς αυτον ο ιησους CT
g λεγων ¦ — CT
h ανθρωπος ¦ ο ανθρωπος BYZ CT TR
i αλλ επι παντι ρηματι θεου 89.7% ¦ αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου ANT 7.2% ¦ — CT 0.4%
j ο διαβολος εις ορος υψηλον ¦ — CT
k εαν ¦ αν SBL TH WH
l εμου ¦ μου ANT TR
m σου ¦ σοι PCK
n πασα ¦ παντα TR
o αυτω ειπεν ο ιησους ¦ ο ιησους ειπεν αυτω NA SBL WH
p υπαγε οπισω μου σατανα ¦ — CT
q γεγραπται ¦ γεγραπται γαρ ANT TR
r προσκυνησεις κυριον τον θεον σου ¦ κυριον τον θεον σου προσκυνησεις ANT CT
s και ηγαγεν ¦ ηγαγε δε CT
t ιερουσαλημ ¦ ιεροσολυμα ANT
u αυτον ¦ — CT
v υιος ¦ ο υιος TR
w και ¦ και οτι ANT CT TR
x την ¦ — CT
y ναζαρετ ¦ ναζαρεθ SCR ¦ ναζαρα CT
z ησαιου του προφητου ¦ του προφητου ησαιου CT
aa αναπτυξας ¦ ανοιξας WH
bb εινεκεν ¦ ενεκεν TR
cc ευαγγελισασθαι ¦ ευαγγελιζεσθαι TR
dd ιασασθαι τους συντετριμμενους την καρδιαν ¦ — CT
ee εν τη συναγωγη οι οφθαλμοι ¦ οι οφθαλμοι εν τη συναγωγη CT
ff ουχ ουτος εστιν ο υιος ιωσηφ ¦ ουχι υιος εστιν ιωσηφ ουτος CT
gg εν τη ¦ εις την CT
hh καπερναουμ ¦ καφαρναουμ CT
ii ηλιου ¦ ηλειου WH
jj επι ¦ — WH
kk λιμος ¦ λειμος TH
ll ηλιας ¦ ηλειας TH WH
mm σαρεπτα ¦ σαραπτα ANT
nn σιδωνος ¦ σιδωνιας ANT CT
oo επι ελισσαιου του προφητου εν τω ισραηλ ¦ επι ελισαιου του προφητου εν τω ισραηλ ANT ¦ εν τω ισραηλ επι ελισαιου του προφητου CT
pp νεεμαν ¦ ναιμαν CT
qq οφρυος ¦ της οφρυος TR
rr αυτων ωκοδομητο ¦ ωκοδομητο αυτων CT
ss εις το ¦ ωστε CT
tt καπερναουμ ¦ καφαρναουμ CT
uu λεγων ¦ — CT
vv εξ ¦ απ CT
ww μεσον ¦ το μεσον ANT CT TR
xx εκ ¦ απο CT
yy πενθερα ¦ η πενθερα TR
zz παντες ¦ απαντες NA SBL WH
επιθεις ¦ επιτιθεις ANT CT
εθεραπευσεν ¦ εθεραπευεν CT
κραζοντα ¦ κραυγαζοντα ANT BYZ NA SBL
ο χριστος ¦ — CT
επεζητουν ¦ εζητουν PCK TR
εις ¦ επι CT
απεσταλμαι ¦ απεσταλην CT
εν ταις συναγωγαις της γαλιλαιας 92.8% ¦ εις τας συναγωγας της ιουδαιας CT 0.8% ¦ εις τας συναγωγας της γαλιλαιας ANT 0.7%