6 [m]Πιλάτος δὲ ἀκούσας [n]Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς [o]Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη [p]λίαν· ἦν γὰρ [q]θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ [r]ἀκούειν [s]πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ [t]γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 [u]Εἱστήκεισαν δὲ οἱ [v]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν [w]ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν [x]αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ [y]Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι ὅ τε [z]Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [aa]ἑαυτούς.
13 [bb]Πιλάτος δὲ [cc]συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας [dd]οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· 15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης· [ee]ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
17 [ff]Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18 [gg]Ἀνέκραξαν δὲ [hh]παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [ii]Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [jj]βεβλημένος εἰς φυλακήν. 20 Πάλιν [kk]οὖν ὁ [ll]Πιλάτος [mm]προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, [nn]Σταύρωσον, σταύρωσον αὐτόν. 22 Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν [oo]αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν [pp]καὶ τῶν ἀρχιερέων. 24 [qq]Ὁ δὲ [rr]Πιλάτος [ss]ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσε [tt]δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς [uu]τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [vv]Σίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν [ww]ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ [xx]καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς [yy]ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ [zz]κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ []ἐθήλασαν. 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, []Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν []τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 Ἤγοντο δὲ καὶ ἕτεροι []δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε []ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 []Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, []ἔβαλον []κλῆρον. 35 Καὶ []εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες []σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, []ὁ τοῦ Θεοῦ ἐκλεκτός. 36 []Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι []καὶ ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ []γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν []Ἰουδαίων.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, []λέγων, []Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος []ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 42 Καὶ ἔλεγε []τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς []ἐν τῇ βασιλείᾳ σου. 43 Καὶ εἶπεν αὐτῷ []ὁ Ἰησοῦς, Ἀμὴν []λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 []Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας []ἐνάτης. 45 []Καὶ ἐσκοτίσθη ὁ ἥλιος, []καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου []παραθήσομαι τὸ πνεῦμά μου· []καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ []ἑκατόνταρχος τὸ γενόμενον, []ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ []συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, []θεωροῦντες τὰ γενόμενα, τύπτοντες []ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ []αὐτοῦ []μακρόθεν, καὶ γυναῖκες αἱ []συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, []ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν []συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς []καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· 52 οὗτος προσελθὼν τῷ []Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼν []αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν []αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν []οὐδέπω οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν []Παρασκευή, σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ []γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι []αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 22ΚΑΤΑ ΛΟΥΚΑΝ 24 ->-
a ηγαγον ¦ ηγαγεν TR
b πιλατον ¦ πειλατον TH WH
c ευρομεν ¦ ευραμεν CT
d εθνος ¦ εθνος ημων CT
e καισαρι φορους ¦ φορους καισαρι CT
f λεγοντα ¦ και λεγοντα CT
g ἑαυτὸν ¦ αὑτὸν SBL WH
h πιλατος ¦ πειλατος TH WH
i επηρωτησεν ¦ ηρωτησεν CT
j πιλατος ¦ πειλατος TH WH
k οχλους ¦ οχλους οτι ANT
l αρξαμενος ¦ και αρξαμενος CT
m πιλατος ¦ πειλατος TH WH
n γαλιλαιαν ¦ — CT
o ηρωδην ¦ τον ηρωδην TH
p λιαν ¦ λειαν TH
q θελων εξ ικανου ¦ εξ ικανου θελων ANT ¦ εξ ικανων χρονων θελων CT
r ακουειν ¦ ακουειν αυτον ANT
s πολλα ¦ — CT
t γινομενον ¦ γεινομενον TH
u ειστηκεισαν ¦ ιστηκεισαν TH WH
v αρχιερεις και οι γραμματεις ¦ γραμματεις και οι αρχιερεις ANT
w ο ¦ και ο NA SBL TH
x αυτον ¦ — CT
y πιλατω ¦ πειλατω TH WH
z πιλατος και ο ηρωδης ¦ ηρωδης και ο πιλατος ANT NA SBL ¦ ηρωδης και ο πειλατος TH WH
aa ἑαυτούς ¦ αὐτούς NA TH ¦ αὑτούς SBL WH
bb πιλατος ¦ πειλατος TH WH
cc συγκαλεσαμενος ¦ συνκαλεσαμενος TH WH
dd ουδεν ¦ ουθεν CT
ee ανεπεμψα γαρ υμας προς αυτον ¦ ανεπεμψε γαρ αυτον προς ημας CT
ff αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα 77.2% ¦ — CT 2%
gg ανεκραξαν ¦ ανεκραγον CT
hh παμπληθει ¦ πανπληθει TH WH
ii βαραββαν ¦ τον βαραββαν CT TR
jj βεβλημενος εις φυλακην ¦ βεβλημενος εις την φυλακην ANT ¦ βληθεις εν τη φυλακη CT
kk ουν ¦ δε CT
ll πιλατος ¦ πειλατος TH WH
mm προσεφωνησε ¦ προσεφωνησεν αυτοις NA TH WH
nn σταυρωσον σταυρωσον ¦ σταυρου σταυρου CT
oo αιτιον ¦ αξιον ANT
pp και των αρχιερεων 98.7% ¦ — CT 0.5%
qq ο δε ¦ και CT
rr πιλατος ¦ πειλατος TH WH
ss επεκρινε ¦ επεκρεινε TH
tt δε ¦ δε αυτοις TR ¦ δε αυτοις τον βαραββαν ANT
uu την ¦ — CT
vv σιμωνος τινος κυρηναιου ερχομενου ¦ σιμωνος τινος κυρηναιου του ερχομενου TR ¦ σιμωνα τινα κυρηναιον ερχομενον CT
ww οπισθεν ¦ οπισω ANT
xx και ¦ — CT
yy ο ¦ — TH WH
zz κοιλιαι ¦ αι κοιλιαι CT
εθηλασαν ¦ εθρεψαν CT
πεσετε ¦ πεσατε WH
τω ¦ — WH
δυο κακουργοι ¦ κακουργοι δυο NA SBL WH
απηλθον ¦ ηλθον NA SBL TH ¦ ηλθαν WH
ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν 89.3% ¦ — 1% [Note: NA and WH enclose this text with double brackets.]
εβαλον ¦ εβαλλον ANT
κληρον ¦ κληρους NA SBL
ειστηκει ¦ ιστηκει TH WH
συν αυτοις ¦ — CT
ο του θεου ¦ του θεου ο CT
ενεπαιζον ¦ ενεπαιξαν CT
και ¦ — CT
γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ¦ επ αυτω CT
ιουδαιων ¦ ιουδαιων ουτος CT
λεγων ¦ — WH
ει ¦ ουχι CT
επετιμα αυτω λεγων ¦ επιτιμων αυτω εφη CT
τω ιησου μνησθητι μου κυριε ¦ ιησου μνησθητι μου CT
εν τη βασιλεια ¦ εις την βασιλειαν NA WH
ο ιησους ¦ — CT
λεγω σοι ¦ σοι λεγω CT
ην δε ¦ και ην ηδη CT
ενατης ¦ εννατης TR
και εσκοτισθη ο ηλιος 96.4% ¦ του ηλιου εκλειποντος ANT WH 0.4% ¦ του ηλιου εκλιποντος NA SBL TH 0.4%
και εσχισθη ¦ εσχισθη δε CT
παραθησομαι ¦ παρατιθεμαι ANT CT
και ταυτα ¦ τουτο δε CT
εκατονταρχος ¦ εκατονταρχης CT
εδοξασε ¦ εδοξαζε CT
συμπαραγενομενοι ¦ συνπαραγενομενοι TH WH
θεωρουντες ¦ θεωρησαντες CT
εαυτων ¦ — CT
αυτου ¦ αυτω CT
μακροθεν ¦ απο μακροθεν ANT NA TH WH
συνακολουθησασαι ¦ συνακολουθουσαι CT
ανηρ ¦ και ανηρ ANT NA
συγκατατεθειμενος ¦ συνκατατεθειμενος TH WH
και προσεδεχετο και αυτος ¦ προσεδεχετο και αυτος ANT PCK ¦ προσεδεχετο CT
πιλατω ¦ πειλατω TH WH
αυτο ενετυλιξεν αυτο ¦ αυτο ενετυλιξε ANT ¦ ενετυλιξεν αυτο CT
αυτο ¦ αυτον CT
ουδεπω ουδεις ¦ ουδεις ουδεπω ANT ¦ ουδεις ουπω CT
παρασκευη ¦ παρασκευη και TR ¦ παρασκευης και CT
γυναικες ¦ και γυναικες TR ¦ αι γυναικες ANT CT
αυτω εκ της γαλιλαιας ¦ εκ της γαλιλαιας αυτω CT