9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· [i]Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ [j]ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς· 10 καὶ [k]ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος [l]δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ [m]δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 Καὶ προσέθετο [n]πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον [o]δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 Καὶ προσέθετο [p]πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον [q]ἰδόντες ἐντραπήσονται. 14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [r]ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· [s]δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. 15 Καὶ ἐκβαλόντες [t]αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ [u]εἶπον, Μὴ γένοιτο. 17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε, Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο,
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν [y]ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [z]εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 22 Ἔξεστιν [aa]ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ; 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς, [bb]Τί με πειράζετε; 24 [cc]Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [dd]Ἀποκριθέντες δὲ [ee]εἶπον, Καίσαρος. 25 Ὁ δὲ εἶπεν [ff]αὐτοῖς, [gg]Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [hh]αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ii]ἀντιλέγοντες [jj]ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν, 28 λέγοντες, Διδάσκαλε, [kk]Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [ll]ἀποθάνῃ, ἵνα [mm]λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος· 30 καὶ [nn]ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. 31 Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν [oo]ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· [pp]οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. 32 Ὕστερον [qq]δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 33 [rr]Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν [ss]γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 Καὶ [tt]ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ [uu]ἐκγαμίσκονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [vv]ἐκγαμίζονται· 36 [ww]οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι [xx]τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ [yy]Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ [zz]τὸν Θεὸν Ἰσαὰκ καὶ []τὸν Θεὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων []εἶπον, Διδάσκαλε, καλῶς εἶπας. 40 Οὐκέτι []δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
41 Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν []υἱὸν Δαυὶδ εἶναι; 42 []Καὶ αὐτὸς []Δαυὶδ λέγει ἐν βίβλῳ []ψαλμῶν,
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπε τοῖς μαθηταῖς []αὐτοῦ, 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι []λήψονται περισσότερον κρίμα.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 19ΚΑΤΑ ΛΟΥΚΑΝ 21 ->-
a εκεινων ¦ — CT
b ιερεις ¦ αρχιερεις CT TR
c ειπον προς αυτον λεγοντες ειπε ¦ ειπαν λεγοντες προς αυτον ειπον CT
d ενα ¦ — CT
e ιωαννου ¦ ιωανου WH
f τι ¦ τι ουν ANT TR
g πας ο λαος ¦ ο λαος απας CT
h ιωαννην ¦ ιωανην WH
i ανθρωπος ¦ ανθρωπος τις ANT NA TR
j εξεδοτο ¦ εξεδετο CT
k εν καιρω ¦ εν τω καιρω ANT ¦ καιρω CT
l δωσιν ¦ δωσουσιν ANT CT
m δειραντες αυτον εξαπεστειλαν ¦ δηραντες αυτον εξαπεστειλαν PCK ¦ εξαπεστειλαν αυτον δειραντες CT
n πεμψαι ετερον ¦ αυτοις πεμψαι ετερον ANT ¦ ετερον πεμψαι CT
o δειραντες ¦ δηραντες PCK
p πεμψαι τριτον ¦ τριτον πεμψαι CT
q ιδοντες ¦ — CT
r εαυτους ¦ αλληλους CT
s δευτε ¦ — CT
t αυτον ¦ — PCK
u ειπον ¦ ειπαν CT
v αρχιερεις και οι γραμματεις ¦ γραμματεις και οι αρχιερεις CT
w εφοβηθησαν ¦ εφοβηθησαν τον λαον ANT CT TR
x την παραβολην ταυτην ειπε ¦ τας παραβολας ελεγε ANT ¦ ειπε την παραβολην ταυτην CT
y εγκαθετους ¦ ενκαθετους WH
z εις το ¦ ωστε CT
aa ημιν ¦ ημας CT
bb τι με πειραζετε ¦ — CT
cc επιδειξατε ¦ δειξατε ANT CT
dd αποκριθεντες ¦ οι NA TH WH
ee ειπον ¦ ειπαν CT
ff αυτοις ¦ προς αυτους CT
gg αποδοτε τοινυν ¦ τοινυν αποδοτε CT
hh αυτου ¦ του SBL TH WH
ii αντιλεγοντες 94.1% ¦ λεγοντες ANT TH WH 5.2%
jj αναστασιν μη ειναι ¦ μη ειναι αναστασιν ANT
kk μωσης ¦ μωυσης ANT CT
ll αποθανη ¦ η CT
mm λαβη ο αδελφος αυτου ¦ ο αδελφος αυτου λαβη PCK
nn ελαβεν ο δευτερος την γυναικα και ουτος απεθανεν ατεκνος ¦ ο δευτερος CT
oo ωσαυτως ¦ — CT HF PCK TR
pp ου ¦ και ου SCR
qq δε παντων απεθανε και η γυνη ¦ παντων απεθανε και η γυνη BYZ ¦ παντων απεθανε και η γυνη SCR ¦ δε παντων και η γυνη απεθανεν ANT ¦ και η γυνη απεθανεν CT
rr εν τη ουν αναστασει ¦ εν τη αναστασει ουν ANT ¦ η γυνη ουν εν τη αναστασει CT
ss γινεται ¦ γεινεται TH
tt αποκριθεις ¦ — CT
uu εκγαμισκονται ¦ εκγαμιζονται ANT ¦ γαμισκονται CT
vv εκγαμιζονται ¦ εκγαμισκονται TR ¦ γαμιζονται ANT CT
ww ουτε ¦ ουδε CT
xx του ¦ — CT
yy μωσης ¦ μωυσης ANT BYZ CT PCK
zz τον ¦ — CT
τον ¦ — CT
ειπον ¦ ειπαν CT
δε ¦ γαρ CT
υιον δαυιδ ειναι ¦ υιον δαβιδ ειναι HF TR ¦ ειναι δαυιδ υιον NA SBL ¦ ειναι δαυειδ υιον TH WH
και αυτος ¦ αυτος γαρ CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
ψαλμων ¦ των ψαλμων ANT
ο ¦ — NA SBL WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
κυριον αυτον ¦ αυτον κυριον ANT SBL WH
υιος αυτου ¦ αυτου υιος NA SBL WH
αυτου ¦ — SBL WH
ληψονται ¦ λημψονται CT