11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς [k]αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, [l]Πραγματεύσασθε [m]ἕως ἔρχομαι. 14 Οἱ δὲ [n]πολῖται αὐτοῦ [o]ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, [p]καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς [q]ἔδωκε τὸ ἀργύριον, ἵνα [r]γνῷ [s]τίς τί διεπραγματεύσατο. 16 Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου [t]προσειργάσατο δέκα μνᾶς. 17 Καὶ εἶπεν αὐτῷ, [u]Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, [v]Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. 19 Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ [w]γίνου ἐπάνω πέντε πόλεων. 20 Καὶ [x]ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ [y]ἔσπειρας. 22 Λέγει [z]δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι [aa]ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ [bb]ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκας [cc]τὸ ἀργύριόν μου ἐπὶ [dd]τράπεζαν, [ee]καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν [ff]ἔπραξα αὐτό; 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 Καὶ [gg]εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26 Λέγω [hh]γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται [ii]ἀπ᾽ αὐτοῦ. 27 Πλὴν τοὺς ἐχθρούς μου [jj]ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε, καὶ [kk]κατασφάξατε ἔμπροσθέν μου.
28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς [ll]Βηθσφαγὴ καὶ [mm]Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν [nn]αὐτοῦ, 30 [oo]εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων [pp]ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε [qq]αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν [rr]αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, [ss]εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 Οἱ δὲ [tt]εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ [uu]ἐπιρρίψαντες [vv]ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια [ww]αὐτῶν ἐν τῇ ὁδῷ. 37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, [xx]ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες,
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ []αὐτῇ, 42 λέγων ὅτι Εἰ ἔγνως []καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην []σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ []περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν []ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας []ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, []Γέγραπται, []Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ []εὕρισκον τὸ τί []ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας []ἐξεκρέματο αὐτοῦ ἀκούων.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 18ΚΑΤΑ ΛΟΥΚΑΝ 20 ->-
a ιεριχω ¦ ιερειχω TH WH
b ουτος ην ¦ αυτος CT
c εμπροσθεν ¦ εις το εμπροσθεν CT
d συκομωραιαν ¦ συκομοραιαν PCK ¦ συκομορεαν ANT CT
e εκεινης ¦ δι εκεινης BYZ TR
f εμελλε ¦ ημελλε ANT CT PCK TR
g ειδεν αυτον και ¦ — CT
h παντες ¦ απαντες TR
i ημιση των υπαρχοντων μου ¦ ημισια μου των υπαρχοντων CT
j διδωμι τοις πτωχοις ¦ τοις πτωχοις διδωμι CT
k αυτον ειναι ιερουσαλημ ¦ ειναι ιερουσαλημ αυτον CT
l πραγματευσασθε ¦ πραγματευσασθαι WH
m εως ¦ εν ω ANT CT
n πολιται ¦ πολειται TH
o εμισουν ¦ εμεισουν TH
p και ¦ — BYZ PCK
q εδωκε ¦ δεδωκει CT
r γνω ¦ επιγνω ANT ¦ γνοι CT
s τις τι διεπραγματευσατο 92.2% ¦ τι διεπραγματευσαντο CT 0.4%
t προσειργασατο δεκα ¦ δεκα προσηργασατο CT
u ευ ¦ ευγε CT
v κυριε η μνα σου ¦ η μνα σου κυριε CT
w γινου επανω ¦ επανω γινου NA SBL WH ¦ επανω γεινου TH
x ετερος ¦ ο ετερος CT
y εσπειρας ¦ εσπειρας και συναγεις οθεν ου διεσκορπισας ANT
z δε ¦ — ANT CT
aa εγω ανθρωπος αυστηρος ειμι ¦ ανθρωπος αυστηρος ειμι εγω ANT
bb εσπειρα ¦ εσπειρα και συναγων οθεν ου διεσκορπισα ANT
cc το αργυριον μου ¦ μου το αργυριον CT
dd τραπεζαν ¦ την τραπεζαν ANT PCK TR
ee και εγω ¦ καγω CT
ff επραξα αυτο ¦ αυτο επραξα CT
gg ειπον ¦ ειπαν CT
hh γαρ ¦ — CT
ii απ αυτου ¦ — CT
jj εκεινους ¦ τουτους CT
kk κατασφαξατε ¦ κατασφαξατε αυτους ANT CT
ll βηθσφαγη ¦ βηθφαγη BYZ CT TR
mm βηθανιαν ¦ βηθανια TH WH
nn αυτου ¦ — CT
oo ειπων ¦ λεγων CT
pp εκαθισε ¦ εκαθισε και CT
qq αυτω ¦ — CT
rr αυτοις ¦ αυτοις εστωτα τον πωλον ANT
ss ειπον ¦ ειπαν CT
tt ειπον ¦ ειπον οτι ANT ¦ ειπαν οτι CT
uu επιρριψαντες ¦ επιριψαντες CT
vv ἑαυτῶν ¦ αὐτῶν CT
ww αυτων ¦ εαυτων SBL WH
xx ηρξαντο ¦ ηρξατο ANT
yy βασιλευς ¦ ο βασιλευς NA WH
zz ειρηνη εν ουρανω ¦ εν ουρανω ειρηνη CT
ειπον ¦ ειπαν CT
αυτοις ¦ — CT
οτι ¦ — NA WH
σιωπησωσιν ¦ σιωπησουσιν CT
κεκραξονται ¦ κραξουσι CT
αυτη ¦ αυτην CT
και συ και γε εν τη ημερα σου ταυτη 85.4% ¦ εν τη ημερα ταυτη και συ CT 1%
σου ¦ — CT
περιβαλουσιν ¦ παρεμβαλουσιν NA SBL WH
εν σοι λιθον επι λιθω ¦ λιθον επι λιθον εν σοι CT
εν αυτω και αγοραζοντας ¦ — CT
γεγραπται ¦ γεγραπται οτι ANT
ο οικος μου οικος προσευχης εστιν ¦ και εσται ο οικος μου οικος προσευχης CT
ευρισκον ¦ ηυρισκον WH
ποιησωσιν ¦ ποιησουσιν ANT PCK
εξεκρεματο ¦ εξεκρεμετο WH
Languages