5 Καὶ [m]εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. 6 Εἶπε δὲ ὁ Κύριος, Εἰ [n]ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ [o]ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ [p]ἐρεῖ εὐθέως, Παρελθὼν [q]ἀνάπεσε· 8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 Μὴ [r]χάριν ἔχει τῷ δούλῳ [s]ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; [t]Οὐ δοκῶ. 10 Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· [u]ὅτι ὃ [v]ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι [w]αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ [x]μέσου [y]Σαμαρείας καὶ Γαλιλαίας. 12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν [z]αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ [aa]ἔστησαν πόρρωθεν· 13 καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν [bb]Σαμαρείτης. 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, [cc]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως· 21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, [dd]Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ [ee]ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἡ ἀστραπὴ [ff]ἡ ἀστράπτουσα ἐκ τῆς [gg]ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται [hh]ὁ υἱὸς τοῦ ἀνθρώπου [ii]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις [jj]Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, [kk]ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν [ll]ἅπαντας. 28 Ὁμοίως [mm]καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν [nn]ἅπαντας· 30 κατὰ [oo]ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν [pp]τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [qq]σῶσαι ἀπολέσει αὐτήν· [rr]καὶ ὃς ἐὰν [ss]ἀπολέσῃ [tt]αὐτὴν ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ [uu]ἔσονται δύο ἐπὶ [vv]κλίνης μιᾶς· [ww]εἷς [xx]παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 35 [yy]Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· [zz]μία []παραληφθήσεται, []καὶ ἡ ἑτέρα []ἀφεθήσεται. 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ []συναχθήσονται οἱ ἀετοί.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 16ΚΑΤΑ ΛΟΥΚΑΝ 18 ->-
a ειπε ¦ ελεγε ANT
b δε ¦ δε και ANT
c μαθητας ¦ μαθητας αυτου ANT CT
d μη ελθειν τα σκανδαλα ¦ τα σκανδαλα μη ελθειν CT
e ουαι δε ¦ πλην ουαι CT
f μυλος ονικος ¦ λιθος μυλικος ANT CT
g ενα των μικρων τουτων ¦ των μικρων τουτων ενα CT
h δε ¦ — CT
i εις σε ¦ — CT
j αμαρτη ¦ αμαρτηση CT
k της ημερας ¦ — CT
l επιστρεψη ¦ επιστρεψη επι σε TR ¦ επιστρεψη προς σε ANT CT
m ειπον ¦ ειπαν CT
n εχετε ¦ ειχετε PCK TR
o ταυτη ¦ — TH
p ερει ¦ ερει αυτω CT
q αναπεσε ¦ αναπεσαι TR
r χαριν εχει ¦ εχει χαριν CT
s εκεινω ¦ — CT
t ου δοκω 89.5% ¦ αυτω ου δοκω TR 2.5% ¦ — CT 1.4%
u οτι ¦ — CT
v οφειλομεν ¦ ωφειλομεν ANT BYZ CT HF PCK TR
w αυτον ¦ — CT
x μεσου ¦ μεσον CT
y σαμαρειας ¦ σαμαριας WH
z αυτω ¦ — SBL WH
aa εστησαν ¦ ανεστησαν WH
bb σαμαρειτης ¦ σαμαριτης NA SBL
cc ουχι ¦ ουχ WH
dd ιδου ¦ — CT
ee ωδε η ιδου εκει ¦ ωδε ιδου εκει ANT ¦ εκει η ιδου ωδε NA TH WH ¦ εκει ιδου ωδε SBL
ff η ¦ — ANT CT
gg υπ ¦ υπο τον CT
hh ο ¦ και ο ANT TR
ii εν τη ημερα αυτου ¦ — WH
jj νωε ¦ του νωε TR
kk εξεγαμιζοντο ¦ εγαμιζοντο CT
ll απαντας ¦ παντας CT
mm και ως ¦ καθως CT
nn απαντας ¦ παντας CT
oo ταυτα ¦ τα αυτα ANT NA SBL WH
pp τω ¦ — CT
qq σωσαι ¦ περιποιησασθαι CT
rr και ος εαν ¦ ος δ αν CT
ss απολεση ¦ απολεσει WH
tt αυτην ¦ — CT
uu εσονται δυο ¦ δυο εσονται ANT PCK
vv κλινης ¦ κλεινης TH
ww εις ¦ ο εις CT TR
xx παραληφθησεται ¦ παραλημφθησεται CT
yy δυο εσονται ¦ εσονται δυο CT
zz μια ¦ η μια CT SCR
παραληφθησεται ¦ παραλημφθησεται CT
και η ¦ η δε CT
αφεθησεται ¦ αφεθησεται 36 δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται SCR ¦ αφεθησεται 36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται ANT
συναχθησονται οι αετοι ¦ συναχθησονται και οι αετοι PCK ¦ επισυναχθησονται και οι αετοι ANT ¦ και οι αετοι επισυναχθησονται CT
Languages