9 Ἔγνω οὖν [l]ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ [m]ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· 11 ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 Τῇ ἐπαύριον [n]ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται [o]Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς [p]ὑπάντησιν αὐτῷ, καὶ [q]ἔκραζον,
20 Ἦσαν δέ [aa]τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν [bb]προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 Ἔρχεται [cc]Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· [dd]καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος [ee]λέγουσι τῷ Ἰησοῦ. 23 Ὁ δὲ Ἰησοῦς [ff]ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [gg]ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 Ἐὰν ἐμοὶ [hh]διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· [ii]καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
27 Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. 29 Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. 30 Ἀπεκρίθη [jj]Ἰησοῦς καὶ εἶπεν, Οὐ δι᾽ ἐμὲ [kk]αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. 31 Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32 Κἀγὼ [ll]ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ [mm]ἔμελλεν ἀποθνῄσκειν. 34 [nn]Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς [oo]σὺ λέγεις, Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς [pp]μεθ᾽ ὑμῶν ἐστι. Περιπατεῖτε [qq]ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 36 [rr]Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἰς τὸν πέμψαντά με· 45 καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. 46 Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ [yy]πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. 48 Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 49 Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν [zz]ἔδωκε, τί εἴπω καὶ τί λαλήσω. 50 Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν []λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13 ->-
a ο τεθνηκως ¦ — CT
b νεκρων ¦ νεκρων ιησους NA SBL WH ¦ νεκρων ο ιησους TH
c των ¦ εκ των CT
d ανακειμενων συν ¦ συνανακειμενων TR
e μαρια ¦ μαριαμ NA SBL WH
f ουν ¦ δε CT
g εις εκ των μαθητων αυτου ιουδας σιμωνος ισκαριωτης ¦ ιουδας ο ισκαριωτης εις εκ των μαθητων αυτου NA ¦ ιουδας ο ισκαριωτης εις των μαθητων αυτου SBL TH WH
h αλλ ¦ αλλα HF SCR
i ειχε και ¦ εχων CT
j εις ¦ ινα εις CT
k τετηρηκεν ¦ τηρηση CT
l οχλος ¦ ο οχλος NA TH WH
m ηλθον ¦ ηλθαν WH
n οχλος ¦ ο οχλος NA SBL WH
o ιησους ¦ ο ιησους NA PCK SBL TH TR
p υπαντησιν ¦ απαντησιν PCK
q εκραζον ¦ εκραυγαζον CT
r βασιλευς ¦ ο βασιλευς TR ¦ και ο βασιλευς CT
s αυτο ¦ αυτω PCK
t θυγατερ ¦ θυγατηρ CT
u σιων ¦ σειων TH
v δε ¦ — CT
w οι μαθηται αυτου ¦ αυτου οι μαθηται CT
x ιησους ¦ ο ιησους ANT BYZ HF PCK TR
y ηκουσε ¦ ηκουσαν ANT CT
z ειπον ¦ ειπαν CT
aa τινες ελληνες ¦ ελληνες τινες CT
bb προσηλθον ¦ προσηλθαν WH
cc φιλιππος ¦ ο φιλιππος CT
dd και παλιν ¦ ερχεται CT
ee λεγουσι ¦ και λεγουσιν CT
ff απεκρινατο ¦ αποκρινεται CT
gg απολεσει ¦ απολλυει CT
hh διακονη τις ¦ τις διακονη CT
ii και ¦ — CT
jj ιησους και ειπεν ¦ ο ιησους και ειπεν ANT BYZ HF TR ¦ και ειπεν ιησους WH
kk αυτη η φωνη ¦ η φωνη αυτη CT
ll εαν ¦ αν WH
mm εμελλεν ¦ ημελλεν ANT CT PCK TR
nn απεκριθη ¦ απεκριθη ουν CT
oo συ λεγεις ¦ συ λεγεις οτι TR ¦ λεγεις συ οτι CT
pp μεθ υμων ¦ εν υμιν CT
qq εως ¦ ως CT
rr εως ¦ ως CT
ss ο ¦ — CT
tt πεπωρωκεν ¦ επωρωσεν CT
uu επιστραφωσι ¦ στραφωσι CT
vv ιασωμαι ¦ ιασομαι ANT BYZ CT
ww οτε ¦ οτι CT
xx αλλ ¦ αλλα NA27 SBL TH WH
yy πιστευση ¦ φυλαξη CT
zz εδωκε ¦ δεδωκε CT
λαλω εγω ¦ εγω λαλω CT