7 Εἶπεν οὖν πάλιν [g]αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν [h]ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 Πάντες ὅσοι [i]ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. 11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 Ὁ [j]μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ [k]εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει [l]τὰ πρόβατα. 13 [m]Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ [n]γινώσκω τὰ ἐμά, καὶ [o]γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15 Καθὼς [p]γινώσκει με ὁ πατήρ, κἀγὼ [q]γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά [r]με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ [s]γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17 Διὰ τοῦτο [t]ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς [u]αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 Σχίσμα [v]οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς [w]ἀνοίγειν;
22 Ἐγένετο [x]δὲ τὰ [y]Ἐγκαίνια ἐν [z]Ἱεροσολύμοις, [aa]καὶ χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [bb]Σολομῶνος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, [cc]εἰπὲ ἡμῖν παρρησίᾳ. 25 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· [ee]οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, [ff]καθὼς εἶπον ὑμῖν. 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου [gg]ἀκούει, κἀγὼ [hh]γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· 28 κἀγὼ [ii]ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 Ὁ πατήρ μου [jj]ὃς δέδωκέ μοι, [kk]μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός [ll]μου. 30 Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν [mm]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ [nn]καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός [oo]μου· διὰ ποῖον αὐτῶν ἔργον [pp]λιθάζετέ με; 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι [qq]λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ [rr]ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35 Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή— 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις [ss]πιστεύσατε· ἵνα γνῶτε καὶ [tt]πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν [uu]αὐτῷ. 39 Ἐζήτουν [vv]οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν [ww]Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ [xx]ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι [yy]Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν [zz]Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 Καὶ []ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11 ->-
a αλλα ¦ αλλ NA28
b καλει ¦ φωνει CT
c και ¦ — CT
d προβατα ¦ παντα CT
e εκβαλη ¦ εκβαλλη PCK
f ακολουθησωσιν ¦ ακολουθησουσιν CT
g αυτοις 83.7% ¦ — NA WH 0.5%
h οτι 73.1% ¦ — WH 26.6%
i ηλθον ¦ ηλθον προ εμου ANT CT PCK ¦ προ εμου ηλθον TR
j μισθωτος δε ¦ μισθωτος NA SBL WH ¦ δε μισθωτος TH
k εισι ¦ εστι CT
l τα προβατα ¦ — CT
m ο δε μισθωτος φευγει ¦ — CT
n γινωσκω ¦ γεινωσκω TH
o γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα NA SBL WH ¦ γεινωσκουσι με τα εμα TH
p γινωσκει ¦ γεινωσκει TH
q γινωσκω ¦ γεινωσκω TH
r με δει ¦ δει με CT
s γενησεται 97.7% ¦ γενησονται CT 2.1%
t ο πατηρ με ¦ με ο πατηρ CT
u αιρει ¦ ηρεν WH
v ουν 92.2% ¦ — CT 1.2%
w ανοιγειν ¦ ανοιξαι CT
x δε ¦ τοτε CT
y εγκαινια ¦ ενκαινια TH WH
z ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ANT CT TR
aa και ¦ — CT
bb σολομωνος ¦ του σολομωντος TR ¦ του σολομωνος ANT CT
cc ειπε ¦ ειπον WH
dd αλλ ¦ αλλα NA27 SBL TH WH
ee ου γαρ ¦ οτι ουκ CT
ff καθως ειπον υμιν 94.4% ¦ — CT 4.6%
gg ακουει ¦ ακουουσι CT
hh γινωσκω ¦ γεινωσκω TH
ii ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον CT 1.7%
jj ος 92.6% ¦ ο CT 0.5%
kk μειζων παντων 97% ¦ παντων μειζων SBL TH 0.7% ¦ παντων μειζον NA WH 0.1%
ll μου 98.8% ¦ — CT 0.9%
mm ουν 92.3% ¦ — NA TH WH 1.2%
nn καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν NA SBL TH 9.4% ¦ εργα εδειξα υμιν καλα WH 0.2%
oo μου 99.4% ¦ — NA SBL WH 0.4%
pp λιθαζετε με 98.8% ¦ εμε λιθαζετε CT 1%
qq λεγοντες ¦ — CT
rr υμων ¦ υμων οτι CT
ss πιστευσατε ¦ πιστευετε CT
tt πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε TH) NA SBL WH 1.4%
uu αυτω ¦ τω πατρι CT
vv ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι BYZ TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%
ww ιωαννης ¦ ιωανης WH
xx εμεινεν ¦ εμενεν WH
yy ιωαννης ¦ ιωανης WH
zz ιωαννης ¦ ιωανης WH
επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει CT