1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα [a]ληψόμεθα. 2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, [b]δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 [c]Ἴδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν [d]πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ * σκληρων ανεμων ¦ ανεμων σκληρων ECM† NA PCK SBL TH WHσκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου [f]ἂν ἡ ὁρμὴ τοῦ [g]εὐθύνοντος [h]βούληται. 5 Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ [i]μεγαλαυχεῖ.
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ [p]ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, * αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16 Ὅπου γὰρ ζῆλος καὶ [r]ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος [s]καὶ ἀνυπόκριτος. 18 Καρπὸς δὲ [t]τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
<- ΙΑΚΩΒΟΥ 2ΙΑΚΩΒΟΥ 4 ->-
a ληψομεθα ¦ λημψομεθα CT
b δυνατος ¦ δυναμενος PCK
c ιδε ¦ ιδου TR ¦ ει δε CT
d προς 95.5% ¦ εις CT 2.4%
e σκληρων ανεμων ¦ ανεμων σκληρων ECM† NA PCK SBL TH WH
f αν ¦ — CT
g ευθυνοντος ¦ ιθυνοντος PCK
h βουληται ¦ βουλεται CT
i μεγαλαυχει ¦ μεγαλα αυχει CT
j ολιγον ¦ ηλικον CT
k ουτως ¦ — CT
l δυναται ανθρωπων δαμασαι 84.2% ¦ δαμασαι δυναται ανθρωπων CT 1%
m ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%
n θεον ¦ κυριον CT
o ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CT
p εριθειαν ¦ εριθιαν WH
q αλλ ¦ αλλα NA27 SBL TH WH
r εριθεια ¦ εριθια WH
s και ¦ — CT
t της ¦ — CT PCK