1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, [a]καὶ οὐκ ἄνθρωπος· 3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ [b]προσενέγκῃ. 4 Εἰ μὲν [c]γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων [d]τῶν ἱερέων τῶν προσφερόντων κατὰ [e]τὸν νόμον τὰ δῶρα, 5 οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται [f]Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, [g]ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. 6 [h]Νυνὶ δὲ διαφορωτέρας [i]τέτυχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 Μεμφόμενος γὰρ [j]αὐτοῖς λέγει,
-
a και ¦ — CT
b προσενεγκη ¦ προσενεγκοι PCK
c γαρ ¦ ουν CT
d των ιερεων 90.9% ¦ — CT 4.6%
e τον ¦ — CT
f μωυσης ¦ μωσης TR
g ποιησεις ¦ ποιησης TR
h νυνι ¦ νυν WH
i τετυχε ¦ τετευχε ANT PCK TH TR
j αυτοις ¦ αυτους NA SBL WH
k πολιτην ¦ πλησιον PCK TR
l αυτων ¦ — CT
m ιλεως ¦ ειλεως TH
n και των ανομιων αυτων 90.6% ¦ — CT 3.5%