1 Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ [a]ἄρα ταῦτα οὕτως ἔχει; 2 Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ [b]ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς [c]γῆν ἣν ἄν σοι δείξω. 4 Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο [d]δοῦναι αὐτῷ εἰς κατάσχεσιν [e]αὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. 7 Καὶ τὸ ἔθνος, ᾧ [f]ἐὰν [g]δουλεύσωσι, κρινῶ ἐγώ, [h]εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. 8 Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ [i]ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ [j]ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, 10 καὶ [k]ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ § ολον ¦ εφ ολον ECM† NAὅλον τὸν οἶκον αὐτοῦ. 11 Ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν [m]γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ [n]εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 Ἀκούσας δὲ Ἰακὼβ ὄντα [o]σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. 13 Καὶ ἐν τῷ δευτέρῳ [p]ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος [q]τοῦ Ἰωσήφ. 14 Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο [r]τὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴν [s]συγγένειαν, ἐν [t]ψυχαῖς ἑβδομήκοντα πέντε. 15 * κατεβη δε ¦ και κατεβη ECM† NA SBL THΚατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· 16 καὶ μετετέθησαν εἰς [v]Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι [w]ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν [x]Ἐμμὸρ [y]τοῦ [z]Συχέμ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας [aa]ἧς [bb]ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρις οὗ ἀνέστη βασιλεὺς * ετερος ¦ ετερος επ αιγυπτον ECM† NA SBL TH WHἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας [dd]ἡμῶν, τοῦ ποιεῖν [ee]ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20 Ἐν ᾧ καιρῷ ἐγεννήθη [ff]Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ [gg]πατρός. 21 [hh]Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 Καὶ ἐπαιδεύθη [ii]Μωσῆς [jj]πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ * εργοις ¦ εν εργοις ANT TR ¦ εργοις αυτου ECM† NA SBL TH WHἔργοις.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ [ll]τεσσαρακονταετὴς χρόνος, ἀνέβη [mm]ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ [nn]ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· 25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς [oo]αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν [pp]αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. 26 Τῇ [qq]τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ [rr]συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε [ss]ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο [tt]αὐτόν, εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ‡ ημας ¦ ημων ANT BYZ ECM† NA SBL TH WHἡμᾶς; 28 Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες [vv]χθὲς τὸν Αἰγύπτιον; 29 Ἔφυγε δὲ [ww]Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν [xx]τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος [yy]Κυρίου ἐν [zz]φλογὶ πυρὸς βάτου. 31 Ὁ δὲ []Μωσῆς ἰδὼν []ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου []πρὸς αὐτόν, 32 Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ []ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος []Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος []ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ []αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, []ἀποστελῶ σε εἰς Αἴγυπτον.
35 Τοῦτον τὸν []Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς † αρχοντα ¦ αρχηγον PCK ¦ και αρχοντα ECM† NA SBL WHἄρχοντα καὶ λυτρωτὴν []ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν []γῇ []Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη []τεσσαράκοντα. 37 Οὗτός ἐστιν []ὁ []Μωσῆς ὁ []εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει []Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς []ἐμέ. 38 Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο []λόγον ζῶντα δοῦναι []ἡμῖν· 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν []τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ []Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί []γέγονεν αὐτῷ. 41 Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 Ἔστρεψε δὲ ὁ Θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν []τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ []Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει. 45 Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν []Δαυίδ· 46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ § θεω ¦ οικω ECM† NAΘεῷ Ἰακώβ. 47 Σολομῶν δὲ []ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις []ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι []τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. 52 Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς []γεγένησθε· 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. 55 Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς []ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν []ἑστῶτα τοῦ Θεοῦ. 57 Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν· 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ []ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς * την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ECM† NA SBL TH WHτὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8 ->-
a αρα ¦ — CT
b εκ ¦ — WH
c γην ¦ την γην CT
d δουναι αυτω ¦ αυτω δουναι BYZ TR ¦ δουναι αυτην PCK
e αυτην ¦ αυτω PCK
f εαν ¦ αν WH
g δουλευσωσι ¦ δουλευσουσι NA SBL WH
h ειπεν ο θεος ¦ ο θεος ειπε CT
i ο ¦ — CT
j ο ¦ — CT
k εξειλετο ¦ εξειλατο CT
l ολον ¦ εφ ολον ECM† NA
m γην αιγυπτου 90.2% ¦ αιγυπτον CT 3.9%
n ευρισκον ¦ ηυρισκον ECM NA SBL WH
o σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον CT
p ανεγνωρισθη ¦ εγνωρισθη WH
q του ιωσηφ ¦ ιωσηφ SBL WH ¦ αυτου TH
r τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου CT PCK
s συγγενειαν ¦ συγγενειαν αυτου ANT BYZ PCK TR
t ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις PCK
u κατεβη δε ¦ και κατεβη ECM† NA SBL TH
v συχεμ ¦ σιχεμ SCR
w ο ¦ ω ANT CT
x εμμορ ¦ εμμωρ CT PCK ¦ εμορ SCR
y του ¦ εν CT
z συχεμ ¦ σιχεμ SCR
aa ης ¦ ην ANT
bb ωμοσεν 96.3% ¦ ωμολογησεν CT 2.2%
cc ετερος ¦ ετερος επ αιγυπτον ECM† NA SBL TH WH
dd ημων ¦ — ECM* SBL TH WH
ee εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα CT
ff μωσης ¦ μωυσης ANT CT PCK
gg πατρος ¦ πατρος αυτου ANT TR
hh εκτεθεντα δε αυτον ανειλετο ¦ εκτεθεντα δε αυτον ανειλετο αυτον ANT TR ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον CT
ii μωσης ¦ μωυσης ANT CT PCK
jj παση ¦ εν παση NA
kk εργοις ¦ εν εργοις ANT TR ¦ εργοις αυτου ECM† NA SBL TH WH
ll τεσσαρακονταετης ¦ τεσσερακονταετης CT
mm επι ¦ εις ANT
nn εποιησεν ¦ εποιησατο ANT
oo αυτου ¦ — SBL WH
pp αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις CT
qq τε ¦ δε SCR
rr συνηλασεν ¦ συνηλλασσεν CT
ss υμεις ¦ — CT
tt αυτον ¦ τουτον PCK
uu ημας ¦ ημων ANT BYZ ECM† NA SBL TH WH
vv χθες ¦ εχθες CT
ww μωσης ¦ μωυσης ANT CT
xx τεσσαρακοντα ¦ τεσσερακοντα CT
yy κυριου ¦ — CT
zz φλογι πυρος ¦ πυρι φλογος ECM*
μωσης ¦ μωυσης ANT CT
εθαυμαζε ¦ εθαυμασε BYZ PCK SBL TH TR WH
προς αυτον ¦ — CT
ο θεος ισαακ και ο θεος ¦ ισαακ και CT
μωσης ¦ μωυσης ANT CT PCK
εν ¦ εφ CT
αυτων ¦ αυτου SBL WH
αποστελω ¦ αποστειλω CT
μωσην ¦ μωυσην ANT CT PCK TR
αρχοντα ¦ αρχηγον PCK ¦ και αρχοντα ECM† NA SBL WH
απεστειλεν εν ¦ απεσταλκε συν CT
γη ¦ τη WH
αιγυπτω ¦ αιγυπτου TR
τεσσαρακοντα ¦ τεσσερακοντα CT
ο ¦ — PCK
μωσης ¦ μωυσης ANT CT PCK TR
ειπων ¦ ειπας CT
κυριος ο θεος ημων ¦ κυριος ο θεος υμων ANT TR ¦ ο θεος CT
εμε ¦ εμε αυτου ακουσεσθε ANT TR
λογον ¦ λογια ANT BYZ CT HF PCK TR
ημιν ¦ υμιν WH
αλλ ¦ αλλα NA27 SBL TH WH
τη καρδια ¦ ταις καρδιαις TR ¦ εν ταις καρδιαις CT
μωσης ¦ μωυσης ANT CT PCK
γεγονεν ¦ εγενετο CT
ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα PCK ¦ ετη τεσσερακοντα εν τη ερημω CT
υμων ¦ — SBL WH
ρεμφαν ¦ ρεφαν BYZ TH ¦ ρεφφαν PCK ¦ ραιφαν ECM NA SBL ¦ ρομφα WH
τοις ¦ εν τοις ST
μωση ¦ μωυση ANT CT PCK
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
θεω ¦ οικω ECM† NA
ωκοδομησεν ¦ οικοδομησεν ECM NA SBL WH
ναοις ¦ — CT
η δε ¦ και η WH
τη καρδια ¦ καρδιαις ECM NA SBL WH ¦ ταις καρδιαις υμων TH
γεγενησθε ¦ εγενεσθε CT
ανεωγμενους ¦ διηνοιγμενους CT
εστωτα του θεου ¦ του θεου εστωτα ANT
ιματια ¦ ιματια αυτων ANT CT TR
την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ECM† NA SBL TH WH