1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν [a]Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, [b]συνειδυίας καὶ τῆς γυναικὸς [c]αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 Εἶπε δὲ [d]Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαί [e]σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4 Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. 5 Ἀκούων δὲ [f]ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας [g]ταῦτα. 6 Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8 Ἀπεκρίθη δὲ [h]αὐτῇ [i]ὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου. 9 Ὁ δὲ Πέτρος [j]εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. 10 Ἔπεσε δὲ παραχρῆμα ‡ παρα ¦ προς ECM† NA SBL TH WHπαρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων [l]ἐγίνετο σημεῖα καὶ τέρατα [m]ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν [n]ἅπαντες ἐν τῇ στοᾷ [o]Σολομῶντος. 13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε [p]κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ [q]κλινῶν καὶ [r]κραββάτων, ἵνα ἐρχομένου [s]Πέτρου κἂν ἡ σκιὰ [t]ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων [u]εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, [v]οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ—ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων—ἐπλήσθησαν ζήλου, 18 καὶ ἐπέβαλον τὰς χεῖρας ‡ αυτων ¦ — ECM† NA SBL TH WHαὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ Κυρίου διὰ [x]τῆς νυκτὸς * ηνοιξε ¦ ανοιξας ECM† NAἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε, 20 Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, 28 λέγων, [hh]Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ [ii]Πέτρος καὶ οἱ ἀπόστολοι [jj]εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, [kk]δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν † αυτου ¦ — ECM† NA SBL TH WHαὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα [mm]δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ [nn]ἀκούοντες διεπρίοντο, καὶ [oo]ἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ [pp]τι τοὺς [qq]ἀποστόλους ποιῆσαι. 35 Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες [rr]Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ [ss]προσεκλήθη [tt]ἀριθμὸς ἀνδρῶν [uu]ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν [vv]ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ * εασατε ¦ αφετε ECM† NA SBL TH WHἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ [xx]βουλὴ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ [yy]δύνασθε καταλῦσαι [zz]αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, []δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν []αὐτούς. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι []ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν ἀτιμασθῆναι. 42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι []Ἰησοῦν τὸν Χριστόν.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6 ->-
a σαπφειρη ¦ σαπφειρα PCK TH ¦ σαπφιρη ECM NA SBL
b συνειδυιας ¦ συνειδυιης CT
c αυτου ¦ — CT
d πετρος ¦ ο πετρος CT
e σε ¦ — ANT CT TR
f ο ¦ — TR
g ταυτα ¦ — CT
h αυτη ¦ προς αυτην CT
i ο ¦ — CT
j ειπε ¦ — CT
k παρα ¦ προς ECM† NA SBL TH WH
l εγινετο ¦ εγενετο BYZ PCK ST
m εν τω λαω πολλα ¦ πολλα εν τω λαω CT
n απαντες ¦ παντες WH
o σολομωντος ¦ σολομωνος PCK
p κατα ¦ και εις CT
q κλινων ¦ κλιναριων CT
r κραββατων ¦ κραβαττων ANT CT
s πετρου ¦ του πετρου PCK
t επισκιαση ¦ επισκιασει WH
u εις ¦ — CT
v οιτινες ¦ και PCK
w αυτων ¦ — ECM† NA SBL TH WH
x της ¦ — CT
y ηνοιξε ¦ ανοιξας ECM† NA
z υπηρεται παραγενομενοι ¦ παραγενομενοι υπηρεται CT PCK
aa μεν ¦ — CT
bb εστωτας ¦ εξω εστωτας TR
cc προ ¦ επι ECM† NA SBL TH WH
dd ιερευς και ο 81.7% ¦ — CT 8.1%
ee οτι ¦ λεγων οτι TR
ff ηγαγεν ¦ ηγεν NA TH WH
gg ινα ¦ — CT
hh ου ¦ — ECM* SBL TH WH
ii πετρος ¦ ο πετρος TR
jj ειπον ¦ ειπαν CT
kk δουναι ¦ του δουναι NA SBL WH
ll αυτου ¦ — ECM† NA SBL TH WH
mm δε ¦ — CT
nn ακουοντες ¦ ακουσαντες ANT BYZ CT HF TR
oo εβουλευοντο ¦ εβουλοντο NA SBL TH WH
pp τι ¦ — CT
qq αποστολους 98.3% ¦ ανθρωπους CT 1.1%
rr ισραηλιται ¦ ισραηλειται TH WH
ss προσεκληθη ¦ προσεκλιθη ANT CT PCK ¦ προσεκολληθη TR
tt αριθμος ανδρων ¦ ανδρων αριθμος CT
uu ωσει ¦ ως CT PCK
vv ικανον ¦ — CT
ww εασατε ¦ αφετε ECM† NA SBL TH WH
xx βουλη ¦ βουλη αυτη ANT CT TR
yy δυνασθε ¦ δυνησεσθε CT PCK
zz αυτο ¦ αυτους CT
δειραντες ¦ δηραντες PCK
αυτους ¦ — CT
υπερ του ονοματος του ιησου κατηξιωθησαν ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν ANT BYZ TR ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου PCK ¦ κατηξιωθησαν υπερ του ονοματος CT
ιησουν τον χριστον ¦ τον χριστον ιησουν CT PCK