1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ [a]ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν [b]τῶν νεκρῶν. 3 Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη [c]ὁ ἀριθμὸς τῶν ἀνδρῶν [d]ὡσεὶ χιλιάδες πέντε.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ [e]πρεσβυτέρους καὶ [f]γραμματεῖς [g]εἰς Ἱερουσαλήμ, 6 καὶ [h]Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7 Καὶ στήσαντες αὐτοὺς ἐν * μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WHμέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι [j]τοῦ Ἰσραήλ, 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος [k]σέσῳσται· 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν [l]οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· * ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WHοὔτε γὰρ ὄνομά † εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον ANT BYZ ECM† HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM* PCKἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ [o]Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν [p]δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα [q]τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, [r]συνέβαλλον πρὸς ἀλλήλους, 16 λέγοντες, Τί ‡ ποιησομεν ¦ ποιησωμεν BYZ ECM† HF NA SBL TH WHποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα [t]ἀρνήσασθαι. 17 Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, [u]ἀπειλῇ [v]ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ [w]ἀνθρώπων. 18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν [x]αὐτοῖς [y]τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 Ὁ δὲ Πέτρος καὶ [z]Ἰωάννης ἀποκριθέντες [aa]πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ [bb]εἴδομεν καὶ [cc]ἠκούσαμεν, μὴ λαλεῖν. 21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς † κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WHκολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. 22 Ἐτῶν γὰρ ἦν πλειόνων [ee]τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν [ff]ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ [gg]ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι [hh]εἶπον. 24 Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ [ii]εἶπον, Δέσποτα, σὺ § ο θεος ¦ — ANT ECM† NA SBL TH WHὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 25 ὁ [kk]διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ‡ η ¦ — ECM† NA SBL TH WHἡ καρδία καὶ § η ¦ — ECM† NA SBL TH WHἡ ψυχὴ μία· καὶ [ss]οὐδὲ εἷς τι τῶν ὑπαρχόντων [tt]αὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς [uu]ἅπαντα κοινά. 33 Καὶ § μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM† NA PCK SBL TH WHμεγάλῃ δυνάμει ἀπεδίδουν [ww]τὸ μαρτύριον οἱ ἀπόστολοι [xx]τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 Οὐδὲ γὰρ ἐνδεής τις [yy]ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· [zz]διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 []Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας []ἀπὸ τῶν ἀποστόλων—ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—[]Λευΐτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε []παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5 ->-
a ιερεις ¦ αρχιερεις WH
b των ¦ την εκ CT TR
c ο ¦ — WH
d ωσει ¦ ως NA SBL TH WH
e πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CT
f γραμματεις ¦ τους γραμματεις CT
g εις ¦ εν CT PCK
h ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CT
i μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WH
j του ισραηλ 96.9% ¦ — CT 1.8%
k σεσωσται ¦ σεσωται ECM NA
l οικοδομουντων ¦ οικοδομων CT
m ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WH
n εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον ANT BYZ ECM† HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM* PCK
o ιωαννου ¦ ιωανου WH
p δε ¦ τε CT
q τον ¦ — PCK
r συνεβαλλον ¦ συνεβαλον TR
s ποιησομεν ¦ ποιησωμεν BYZ ECM† HF NA SBL TH WH
t αρνησασθαι ¦ αρνεισθαι CT
u απειλη ¦ — CT
v απειλησομεθα ¦ απειλησωμεθα ANT BYZ CT HF PCK TR
w ανθρωπων ¦ ανθρωπω PCK
x αυτοις ¦ — CT
y το ¦ — WH
z ιωαννης ¦ ιωανης WH
aa προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WH
bb ειδομεν ¦ ειδαμεν CT
cc ηκουσαμεν ¦ α ηκουσαμεν PCK
dd κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WH
ee τεσσαρακοντα ¦ τεσσερακοντα CT
ff εγεγονει ¦ γεγονει ECM NA SBL WH
gg απηγγειλαν ¦ ανηγγειλαν PCK
hh ειπον ¦ ειπαν CT
ii ειπον ¦ ειπαν CT
jj ο θεος ¦ — ANT ECM† NA SBL TH WH
kk δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2%
ll επι ¦ εν τη πολει ταυτη επι CT
mm πιλατος ¦ πειλατος WH
nn σου ¦ — ECM* SBL WH
oo σου ¦ — WH
pp πνευματος αγιου ¦ του αγιου πνευματος CT
qq η ¦ — ECM† NA SBL TH WH
rr η ¦ — ECM† NA SBL TH WH
ss ουδε ¦ ουδ SCR
tt αυτων ¦ αυτω ANT BYZ CT PCK TR
uu απαντα ¦ παντα SBL WH
vv μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM† NA PCK SBL TH WH
ww το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον PCK
xx της αναστασεως του κυριου ιησου 78.4% ¦ του κυριου ιησου της αναστασεως ECM* WH 0.2%
yy υπηρχεν 73.8% ¦ ην CT PCK 24.4%
zz διεδιδοτο ¦ διεδιδετο CT
ιωσης ¦ ιωσηφ CT
απο ¦ υπο TR
λευιτης ¦ λευειτης WH
παρα ¦ προς ECM NA