7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς [o]τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8 Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ [p]δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, [q]ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. 9 Τούτου [r]οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ [s]ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς [t]τὴν χρείαν.
11 Μετὰ δὲ τρεῖς μῆνας [u]ἤχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12 Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13 ὅθεν † περιελθοντες ¦ περιελοντες ECM† NA SBL WHπεριελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· 14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν [w]ἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην [x]ἤλθομεν. 15 Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, * εξηλθον ¦ ηλθαν ECM† NA SBL TH WHἐξῆλθον εἰς ἀπάντησιν [z]ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.
16 Ὅτε δὲ [aa]ἤλθομεν εἰς Ῥώμην, [bb]ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς [cc]συγκαλέσασθαι [dd]τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, [ee]Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι [ff]κατηγορῆσαι. 20 Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· [gg]ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 Οἱ δὲ πρὸς αὐτὸν [hh]εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι [ii]περὶ σοῦ πονηρόν. 22 Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν [jj]ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, [kk]ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς [ll]τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου [mm]Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. 25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας [nn]ἡμῶν, 26 * λεγον ¦ λεγων ECM† NA SBL TH WHλέγον,
30 [uu]Ἔμεινε δὲ [vv]ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27-
a επεγνωσαν ¦ επεγνωμεν CT
b μελιτη ¦ μελιτηνη WH
c δε ¦ τε CT
d παρειχον ¦ παρειχαν TH WH
e αναψαντες ¦ αψαντες CT
f πληθος ¦ τι πληθος CT
g εκ ¦ απο ANT CT
h διεξελθουσα ¦ εξελθουσα BYZ CT PCK TR
i καθηψε ¦ καθηψατο PCK
j ειδον ¦ ειδαν WH
k ελεγον προς αλληλους ¦ προς αλληλους ελεγον CT
l αποτιναξας ¦ αποτιναξαμενος ECM PCK
m μεταβαλλομενοι ¦ μεταβαλομενοι CT
n θεον αυτον ειναι ¦ αυτον ειναι θεον ECM† NA SBL TH WH
o τρεις ημερας ¦ ημερας τρεις WH
p δυσεντερια ¦ δυσεντεριω ANT CT
q επιθεις ¦ και επιθεις ANT
r ουν ¦ δε CT
s εχοντες ασθενειας εν τη νησω ¦ εν τη νησω εχοντες ασθενειας CT
t την χρειαν ¦ τας χρειας CT
u ηχθημεν ¦ ανηχθημεν ANT BYZ CT HF PCK TR
v περιελθοντες ¦ περιελοντες ECM† NA SBL WH
w επ ¦ παρ CT
x ηλθομεν ¦ ηλθαμεν CT
y εξηλθον ¦ ηλθαν ECM† NA SBL TH WH
z ημιν ¦ ημων ECM*
aa ηλθομεν ¦ εισηλθομεν ECM NA SBL TH ¦ εισηλθαμεν WH
bb ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη 64.6% ¦ ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχω τω δε παυλω επετραπη BYZ HF 19.2% ¦ επετραπη τω παυλω CT 4.4% ¦ ο εκατονταρχης παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη ANT 0%
cc συγκαλεσασθαι ¦ συνκαλεσασθαι TH WH
dd τον παυλον ¦ αυτον CT
ee ανδρες αδελφοι εγω ¦ εγω ανδρες αδελφοι CT
ff κατηγορησαι ¦ κατηγορειν CT
gg ενεκεν ¦ εινεκεν WH
hh ειπον ¦ ειπαν CT
ii περι σου πονηρον ¦ πονηρον περι σου PCK
jj εστιν ημιν ¦ ημιν εστιν CT
kk ηκον ¦ ηλθον ECM NA TH ¦ ηλθαν WH
ll τα ¦ — CT
mm μωυσεως ¦ μωσεως HF TR ¦ μωυσεος PCK
nn ημων ¦ υμων CT
oo λεγον ¦ λεγων ECM† NA SBL TH WH
pp ειπον ¦ ειπε TR
qq ιασομαι ¦ ιασωμαι BYZ PCK TR
rr εστω υμιν ¦ υμιν εστω WH
ss το ¦ τουτο το ANT CT
tt και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν 87.6% ¦ — NA SBL TH WH 4.6% [Note: ECM encloses this text with double brackets.]
uu εμεινε ¦ ενεμεινε CT
vv ο παυλος ¦ — CT