9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ [l]φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 Ὁ δὲ [m]ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ [n]ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ ‡ του ¦ — ECM† NA SBL TH WHτοῦ Παύλου λεγομένοις. 12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ [p]πλείους ἔθεντο βουλὴν ἀναχθῆναι [q]κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες [r]ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 Μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος [s]Εὐροκλύδων· 15 συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16 Νησίον δέ τι ὑποδραμόντες καλούμενον [t]Κλαύδην [u]μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· 17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν [v]Σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου [w]ἐρρίψαμεν. 20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο § πασα ελπις ¦ ελπις πασα ECM† NA SBL TH WHπᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21 Πολλῆς [y]δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23 Παρέστη γάρ μοι [z]ταύτῃ τῇ νυκτὶ [aa]ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε [bb]μήπως εἰς τραχεῖς τόπους [cc]ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ [dd]πρῴρας [ee]μελλόντων ἀγκύρας ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι [ff]μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 Τότε [gg]οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Ἄχρι δὲ οὗ [hh]ἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, [ii]μηδὲν προσλαβόμενοι. 34 Διὸ παρακαλῶ ὑμᾶς [jj]προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς [kk]ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ [ll]ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 [mm]Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 § ημεν ¦ ημεθα ECM† NA SBL TH WHἮμεν δὲ [oo]ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, [pp]διακόσιαι ἑβδομήκοντα ἕξ. 38 Κορεσθέντες δὲ [qq]τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν [rr]ἐβουλεύσαντο, εἰ [ss]δυνατόν, [tt]ἐξῶσαι τὸ πλοῖον. 40 Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν [uu]ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον [vv]ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα [ww]ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [xx]τῶν κυμάτων. 42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας [yy]διαφύγῃ. 43 Ὁ δὲ [zz]ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν []ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28 ->-
a σπειρης ¦ σπειρας PCK
b αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH
c μελλοντες πλειν ¦ μελλοντι πλειν εις CT
d τους ¦ — ST
e πορευθεντα ¦ πορευθεντι CT
f κατηλθομεν ¦ κατηχθημεν PCK ¦ κατηλθαμεν WH
g μυρα ¦ μυρρα WH
h εκατονταρχος ¦ εκατονταρχης ANT CT
i την ¦ — PCK
j ην πολις ¦ πολις ην NA
k λασαια ¦ λασεα TH WH
l φορτιου ¦ φορτου ANT PCK TR
m εκατονταρχης ¦ εκατονταρχος BYZ PCK TR
n επειθετο μαλλον ¦ μαλλον επειθετο CT
o του ¦ — ECM† NA SBL TH WH
p πλειους ¦ πλειονες CT
q κακειθεν ¦ εκειθεν CT PCK
r ἆσσον ¦ Ἄσσον ST
s ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%
t κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH
u μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT
v συρτην ¦ συρτιν ANT CT PCK TR
w ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH
x πασα ελπις ¦ ελπις πασα ECM† NA SBL TH WH
y δε ¦ τε CT
z ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR
aa αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH
bb μηπως εις ¦ μη που κατα CT
cc εκπεσωμεν ¦ εκπεσωσιν ST
dd πρωρας ¦ πρωρης ECM NA SBL WH
ee μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT
ff μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK
gg οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT
hh ημελλεν ημερα ¦ εμελλεν ημερα ANT BYZ PCK TR ¦ ημερα ημελλε CT
ii μηδεν ¦ μηθεν CT
jj προσλαβειν ¦ μεταλαβειν ANT CT PCK
kk υμετερας ¦ ημετερας PCK
ll εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT
mm ειπων ¦ ειπας CT
nn ημεν ¦ ημεθα ECM† NA SBL TH WH
oo εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT
pp διακοσιαι ¦ ως WH
qq της ¦ — ANT BYZ CT PCK TR
rr εβουλευσαντο ¦ εβουλευοντο CT
ss δυνατον ¦ δυναιντο ANT CT TR
tt εξωσαι ¦ εκσωσαι WH
uu αρτεμονα ¦ αρτεμωνα ANT CT
vv επωκειλαν ¦ επεκειλαν CT
ww εμεινεν ¦ εμενεν PCK
xx των κυματων 97.2% ¦ — SBL WH 1.2%
yy διαφυγη ¦ διαφυγοι ANT TR
zz εκατονταρχος ¦ εκατονταρχης ANT CT
απορριψαντας ¦ αποριψαντας CT