6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας [i]πλείους ἢ δέκα, καταβὰς εἰς [j]Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. 7 Παραγενομένου δὲ αὐτοῦ, [k]περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα [l]αἰτιώματα [m]φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8 [n]ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9 Ὁ Φῆστος δὲ [o]τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς [p]Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων [q]κρίνεσθαι [r]ἐπ᾽ ἐμοῦ; 10 Εἶπε δὲ ὁ Παῦλος, [s]Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν [t]ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 Εἰ μὲν [u]γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12 Τότε ὁ Φῆστος [v]συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς [w]Καισάρειαν, [x]ἀσπασάμενοι τὸν Φῆστον. 14 Ὡς δὲ πλείους ἡμέρας [y]διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι [z]καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ [aa]δίκην. 16 Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον [bb]εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 Συνελθόντων οὖν [cc]αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν [dd]ἐπέφερον ὧν [ee]ὑπενόουν ἐγώ, 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. 20 Ἀπορούμενος δὲ ἐγὼ [ff]τὴν περὶ [gg]τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς [hh]Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ [ii]πέμψω αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον [jj]ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. [kk]Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε [ll]τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν [mm]οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. 24 Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ [nn]συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ [oo]πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων [pp]ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, [qq]ἐπιβοῶντες μὴ δεῖν [rr]ζῇν αὐτὸν μηκέτι. 25 Ἐγὼ δὲ [ss]καταλαβόμενος μηδὲν ἄξιον [tt]θανάτου αὐτὸν πεπραχέναι, [uu]καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν [vv]αὐτόν. 26 Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ [ww]τι γράψαι. 27 Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26 ->-
a επαρχια ¦ επαρχεια CT
b καισαρειας ¦ καισαριας WH
c δε ¦ τε CT
d ο αρχιερευς ¦ οι αρχιερεις CT PCK
e εν καισαρεια ¦ εις καισαρειαν ECM NA SBL TH ¦ εις καισαριαν WH
f δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι CT
g συγκαταβαντες ¦ συνκαταβαντες TH WH
h εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι ατοπον CT 9.3% ¦ ατοπον εν τω ανδρι τουτω SCR 2.9%
i πλειους ¦ ου πλειους οκτω CT
j καισαρειαν ¦ καισαριαν WH
k περιεστησαν ¦ περιεστησαν αυτον CT
l αιτιωματα ¦ αιτιαματα BYZ PCK TR
m φεροντες κατα του παυλου ¦ καταφεροντες CT
n απολογουμενου αυτου ¦ του παυλου απολογουμενου CT
o τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ANT CT
p ιεροσολυμα ¦ ιερουσαλημ ANT
q κρινεσθαι ¦ κριθηναι CT
r επ ¦ υπ PCK
s επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος WH
t ηδικησα ¦ ηδικηκα TH WH
u γαρ ¦ ουν CT
v συλλαλησας ¦ συνλαλησας TH WH
w καισαρειαν ¦ καισαριαν WH
x ασπασαμενοι ¦ ασπασομενοι ANT BYZ PCK TR
y διετριβεν ¦ διετριβον ANT BYZ CT PCK TR
z καταλελειμμενος ¦ καταλελιμμενος WH
aa δικην ¦ καταδικην CT
bb εις απωλειαν 89.9% ¦ — CT 7.4%
cc αυτων 87.4% ¦ — SBL WH 7%
dd επεφερον ¦ εφερον CT
ee υπενοουν εγω ¦ εγω υπενοουν πονηρων NA SBL WH ¦ εγω υπενοουν πονηραν ECM TH
ff την περι ¦ περι την PCK ¦ εις την περι ECM* TR
gg τουτου ¦ τουτων CT PCK
hh ιερουσαλημ ¦ ιεροσολυμα ANT CT
ii πεμψω ¦ αναπεμψω CT
jj εφη ¦ — CT
kk ο δε ¦ — CT
ll τοις ¦ — CT
mm ουσι ¦ — CT
nn συμπαροντες ¦ συνπαροντες TH WH
oo παν ¦ απαν CT
pp ενετυχον ¦ ενετυχε WH
qq επιβοωντες ¦ βοωντες CT
rr ζην αυτον ¦ αυτον ζην CT
ss καταλαβομενος ¦ κατελαβομην CT
tt θανατου αυτον ¦ αυτον θανατου CT
uu και ¦ — CT
vv αυτον ¦ — CT
ww τι γράψαι ¦ τί γράψω CT