7 Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς. 8 Τῇ δὲ ἐπαύριον ἐξελθόντες [m]οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς [n]Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, [o]ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ. 9 Τούτῳ δὲ ἦσαν θυγατέρες [p]παρθένοι τέσσαρες προφητεύουσαι. 10 Ἐπιμενόντων δὲ [q]ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. 11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας [r]τε αὐτοῦ [s]τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε, Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν [t]ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 * απεκριθη τε ¦ απεκριθη δε TR ¦ τοτε απεκριθη ECM† NA SBL TH WH ¦ τοτε απεκριθη δε ECM*Ἀπεκρίθη τε [v]ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. 14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, [w]Τὸ θέλημα τοῦ Κυρίου [x]γενέσθω.
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας [y]ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς [z]Ἱερουσαλήμ. 16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ [aa]Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως [bb]ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 Τῇ [cc]δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. 20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν [dd]Κύριον, [ee]εἰπόντες αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν [ff]Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι· 21 κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ [gg]Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. 22 Τί οὖν ἐστι; Πάντως [hh]δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. 23 Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες [ii]ἐφ᾽ ἑαυτῶν· 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς, ἵνα [jj]ξυρήσωνται τὴν κεφαλήν, καὶ [kk]γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς [ll]τὸν νόμον φυλάσσων. 25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς [mm]ἐπεστείλαμεν, κρίναντες [nn]μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ [oo]τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. 26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 Ὡς δὲ [pp]ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ [qq]ἐπέβαλον [rr]τὰς χεῖρας ἐπ᾽ αὐτόν, 28 κράζοντες, Ἄνδρες [ss]Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας [tt]πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. 29 Ἦσαν γὰρ [uu]ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 [vv]Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων [ww]δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς [xx]σπείρης, ὅτι ὅλη ‡ συγκεχυται ¦ συγχυννεται ECM† NA SBL ¦ συνχυννεται TH WHσυγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ [zz]ἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 []Ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς []ἂν εἴη, καὶ τί ἐστι πεποιηκώς. 34 Ἄλλοι δὲ ἄλλο τι []ἐβόων ἐν τῷ ὄχλῳ· μὴ []δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. 36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ []κρᾶζον, Αἶρε αὐτόν.
37 Μέλλων []τε []εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι []εἰπεῖν πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; 38 Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, []προσεφώνει τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22 ->-
a κων ¦ κω ANT CT PCK
b αναφανεντες ¦ αναφαναντες CT TR
c κατηχθημεν ¦ κατηλθομεν CT
d ην το πλοιον ¦ το πλοιον ην ECM† NA SBL TH WH
e και ανευροντες ¦ ανευροντες δε CT
f μαθητας ¦ τους μαθητας ANT CT ST
g αναβαινειν ¦ επιβαινειν CT
h ιερουσαλημ ¦ ιεροσολυμα ANT CT
i ημας εξαρτισαι ¦ εξαρτισαι ημας SBL TH WH
j προσηυξαμεθα ¦ προσευξαμενοι CT
k και ασπασαμενοι αλληλους ¦ απησπασαμεθα αλληλους και CT
l επεβημεν ¦ ανεβημεν ECM NA ¦ ενεβημεν SBL TH WH
m οι περι τον παυλον ηλθον 46.1% ¦ ηλθομεν ANT BYZ ECM NA PCK SBL TH 37.4% ¦ οι περι τον παυλον ηλθομεν SCR 13.8% ¦ ηλθαμεν WH 0.4%
n καισαρειαν ¦ καισαριαν WH
o οντος ¦ του οντος TR
p παρθενοι τεσσαρες ¦ τεσσαρες παρθενοι CT
q ημων 84.8% ¦ — CT 14.2%
r τε αυτου ¦ εαυτου CT
s τους ποδας και τας χειρας ¦ τας χειρας και τους ποδας TR
t εν ¦ εις ANT
u απεκριθη τε ¦ απεκριθη δε TR ¦ τοτε απεκριθη ECM† NA SBL TH WH ¦ τοτε απεκριθη δε ECM*
v ο ¦ — ECM*
w το θελημα του κυριου ¦ του κυριου το θελημα CT
x γενεσθω ¦ γινεσθω ANT CT
y επισκευασαμενοι ¦ αποσκευασαμενοι TR
z ιερουσαλημ ¦ ιεροσολυμα CT
aa καισαρειας ¦ καισαριας WH
bb εδεξαντο ¦ απεδεξαντο CT
cc δε ¦ τε ECM*
dd κυριον ¦ θεον CT
ee ειποντες ¦ ειπον τε ANT ECM NA SBL TR ¦ ειπαν τε TH WH
ff ιουδαιων 88.2% ¦ εν τοις ιουδαιοις CT 6.6%
gg μωυσεως ¦ μωυσεος BYZ PCK ¦ μωσεως HF TR
hh δει πληθος συνελθειν ακουσονται γαρ ¦ ακουσονται CT
ii εφ ¦ αφ SBL WH
jj ξυρησωνται ¦ ξυρησονται CT
kk γνωσι ¦ γνωσονται CT
ll τον νομον φυλασσων ¦ φυλασσων τον νομον CT
mm επεστειλαμεν ¦ απεστειλαμεν SBL WH
nn μηδεν τοιουτον τηρειν αυτους ει μη 83.8% ¦ μηδεν τοιουτο τηρειν αυτους ει μη HF 4.4% ¦ — CT 2.1%
oo το ¦ — CT
pp εμελλον ¦ ημελλον PCK
qq επεβαλον ¦ επεβαλαν WH
rr τας χειρας επ αυτον ¦ επ αυτον τας χειρας CT PCK
ss ισραηλιται ¦ ισραηλειται TH WH
tt πανταχου ¦ πανταχη CT
uu εωρακοτες ¦ προεωρακοτες CT TR
vv εκινηθη ¦ εκεινηθη TH
ww δε ¦ τε CT
xx σπειρης ¦ σπειρας PCK
yy συγκεχυται ¦ συγχυννεται ECM† NA SBL ¦ συνχυννεται TH WH
zz εκατονταρχους ¦ εκατονταρχας CT
εγγισας δε ¦ τοτε εγγισας CT TR
αν ¦ — CT
εβοων ¦ επεφωνουν CT
δυναμενος δε ¦ δυναμενου δε αυτου CT
κραζον ¦ κραζοντες CT
τε ¦ δε PCK
εισαγεσθαι εις την παρεμβολην ¦ εις την παρεμβολην εισαγεσθαι PCK
ειπειν ¦ ειπειν τι ANT CT TR
προσεφωνει ¦ προσεφωνησε ANT CT HF TR