5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ [h]πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις [i]τὸν Χριστὸν Ἰησοῦν. 6 Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ [j]τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7 Καὶ μεταβὰς ἐκεῖθεν ‡ ηλθεν ¦ εισηλθεν ECM† NA SBLἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι [l]Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9 Εἶπε δὲ ὁ Κύριος [m]δι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· 10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 Ἐκάθισέ [n]τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12 Γαλλίωνος δὲ ‡ ανθυπατευοντος ¦ ανθυπατου οντος ECM† NA SBL TH WHἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν [p]ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον [q]οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. 14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν [r]οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν [s]ἠνεσχόμην ὑμῶν· 15 εἰ δὲ [t]ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς [u]γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 Ἐπιλαβόμενοι δὲ πάντες † οι ελληνες 95.4% ¦ — ECM† NA SBL TH WH 1.7%οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι [w]ἔμελλεν.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος [x]τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 19 * κατηντησε ¦ κατηντησαν ECM† NA SBL TH WHΚατήντησε δὲ εἰς Ἔφεσον, [z]καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν [aa]διελέχθη τοῖς Ἰουδαίοις. 20 Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι [bb]παρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν· 21 * αλλ ¦ αλλα ANT NA27 SBL TH WHἀλλ᾽ [dd]ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. [ee]Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς [ff]Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, [gg]ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ [hh]Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα [ii]Ἰωάννου· 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ § ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM† NA SBL TH WHἈκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν [kk]τοῦ Θεοῦ ὁδόν. 27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19 ->-
a δε ¦ — CT
b ο παυλος 97.1% ¦ — CT 1.5%
c τεταχεναι ¦ διατεταχεναι ANT BYZ CT PCK TR
d εκ ¦ απο ANT CT
e εμενε ¦ εμεινε ANT
f ειργαζετο 91.4% ¦ ηργαζετο ECM NA SBL TH 7.8% ¦ ηργαζοντο WH 0.4%
g την τεχνην ¦ τη τεχνη ANT BYZ CT
h πνευματι 93.5% ¦ λογω CT 6.1%
i τον ¦ ειναι τον CT
j την κεφαλην ¦ τας κεφαλας PCK
k ηλθεν ¦ εισηλθεν ECM† NA SBL
l ιουστου ¦ τιτιου ιουστου NA SBL WH ¦ τιτου ιουστου ECM
m δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος CT
n τε ¦ δε CT
o ανθυπατευοντος ¦ ανθυπατου οντος ECM† NA SBL TH WH
p ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον WH
q ουτος αναπειθει ¦ αναπειθει ουτος CT PCK
r ουν ¦ — CT
s ηνεσχομην ¦ ανεσχομην CT
t ζητημα ¦ ζητηματα CT
u γαρ ¦ — CT
v οι ελληνες 95.4% ¦ — ECM† NA SBL TH WH 1.7%
w εμελλεν ¦ εμελεν ANT CT TR
x την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ECM NA SBL ¦ εν κενχρεαις την κεφαλην TH WH
y κατηντησε ¦ κατηντησαν ECM† NA SBL TH WH
z και εκεινους ¦ κακεινους ANT BYZ CT PCK TR
aa διελεχθη ¦ διελεξατο CT
bb παρ αυτοις 86.4% ¦ — CT 8.1%
cc αλλ ¦ αλλα ANT NA27 SBL TH WH
dd απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν CT
ee ανηχθη ¦ και ανηχθη ANT HF PCK TR
ff καισαρειαν ¦ καισαριαν WH
gg επιστηριζων ¦ στηριζων ECM* SBL TH WH
hh κυριου ¦ ιησου CT PCK
ii ιωαννου ¦ ιωανου WH
jj ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM† NA SBL TH WH
kk του θεου οδον ¦ οδον του θεου ANT CT