10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ [m]τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς [n]Βέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν [o]ἀπῄεσαν τῶν Ἰουδαίων. 11 Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, [p]τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτω. 12 Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ [q]Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ [r]σαλεύοντες τοὺς ὄχλους. 14 Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι [s]ὡς ἐπὶ τὴν θάλασσαν· [t]ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. 15 Οἱ δὲ * καθιστωντες ¦ καθιστανοντες ECM† NA SBL TH WHκαθιστῶντες τὸν Παῦλον, ἤγαγον [v]αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ ‡ τιμοθεον ¦ τον τιμοθεον ECM† NA SBL TH WHΤιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, [x]θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. 17 Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 Τινὲς δὲ [y]καὶ τῶν [z]Ἐπικουρείων καὶ [aa]τῶν [bb]Στοϊκῶν φιλοσόφων [cc]συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν [dd]εὐηγγελίζετο. 19 Ἐπιλαβόμενοί [ee]τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, [ff]τί ἂν θέλοι ταῦτα εἶναι— 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον [gg]εὐκαίρουν, ἢ λέγειν τι † και ¦ η ECM† NA SBL TH WHκαὶ ‡ ακουειν ¦ ακουειν τι ECM† NA SBL TH WHἀκούειν καινότερον.
22 Σταθεὶς δὲ [jj]ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. [kk]Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. 24 Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς [ll]Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν [mm]ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν [nn]κατὰ πάντα· 26 ἐποίησέ τε ἐξ ἑνὸς [oo]αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ [pp]πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας [qq]προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· 27 ζητεῖν τὸν [rr]Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν [ss]καὶ εὕροιεν, [tt]καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ [uu]κινούμεθα καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι,
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ [yy]εἶπον, Ἀκουσόμεθά σου [zz]πάλιν περὶ τούτου. 33 Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34 Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18 ->-
a απολλωνιαν ¦ την απολλωνιαν CT
b η ¦ — CT
c διελεξατο ¦ διελεγετο ANT PCK TR
d ο χριστος ιησους ECM* ¦ ιησους ο χριστος PCK ¦ ο χριστος ο ιησους ECM† NA SBL WH ¦ χριστος ιησους ECM* TH
e πολυ πληθος ¦ πληθος πολυ CT PCK
f προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες ¦ ζηλωσαντες δε οι απειθουντες ιουδαιοι και προσλαβομενοι TR ¦ προσλαβομενοι δε οι απειθουντες ιουδαιοι ANT ¦ ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι CT
g τινας ανδρας ¦ ανδρας τινας CT PCK
h επισταντες τε ¦ και επισταντες CT
i αγαγειν ¦ προαγαγειν CT
j τον ¦ — CT
k πρασσουσι ¦ πραττουσι TR
l λεγοντες ετερον ¦ ετερον λεγοντες ANT CT PCK
m της ¦ — CT
n βεροιαν ¦ βερροιαν PCK
o απηεσαν των ιουδαιων ¦ των ιουδαιων απηεσαν CT TR
p το ¦ — ECM NA PCK TH
q βεροια ¦ βερροια PCK
r σαλευοντες 77.1% ¦ σαλευοντες και ταρασσοντες CT 22%
s ως ¦ εως CT
t υπεμενον δε ¦ υπεμειναν τε CT
u καθιστωντες ¦ καθιστανοντες ECM† NA SBL TH WH
v αυτον ¦ — CT
w τιμοθεον ¦ τον τιμοθεον ECM† NA SBL TH WH
x θεωρουντι ¦ θεωρουντος CT
y και ¦ — ANT TR
z επικουρειων ¦ επικουριων WH
aa των ¦ — CT
bb στοικων ¦ στωικων BYZ PCK TR WH
cc συνεβαλλον ¦ συνεβαλον PCK
dd ευηγγελιζετο ¦ αυτοις ευηγγελιζετο TR ¦ ευηγγελιζετο αυτοις ANT
ee τε ¦ δε WH
ff τι αν θελοι ¦ τινα θελει CT
gg ευκαιρουν ¦ ηυκαιρουν CT
hh και ¦ η ECM† NA SBL TH WH
ii ακουειν ¦ ακουειν τι ECM† NA SBL TH WH
jj ο ¦ — SBL TH WH
kk ον … τουτον 89.4% ¦ ο … τουτο CT 1.5%
ll κυριος υπαρχων ¦ υπαρχων κυριος CT
mm ανθρωπων ¦ ανθρωπινων CT
nn κατα ¦ και τα CT SCR
oo αιματος 95% ¦ — CT 4.4%
pp παν το προσωπον ¦ παντος προσωπου CT
qq προστεταγμενους ¦ προτεταγμενους TR
rr κυριον ¦ θεον CT
ss και ¦ η ECM*
tt και γε ¦ καιτοιγε TR
uu κινουμεθα ¦ κεινουμεθα TH
vv παραγγελλει ¦ απαγγελλει WH
ww πασι ¦ παντας CT
xx διοτι ¦ καθοτι CT
yy ειπον ¦ ειπαν CT
zz παλιν περι τουτου και ¦ περι τουτου και παλιν CT