4 [g]Οὗτοι μὲν [h]οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ [i]Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς [j]τὴν [k]Σελεύκειαν· ἐκεῖθεν [l]δὲ ἀπέπλευσαν εἰς [m]τὴν Κύπρον. 5 Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ [n]τὴν νῆσον ἄχρι Πάφου, εὗρόν [o]τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα [p]Βαρϊησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 8 Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, [q]καὶ ἀτενίσας [r]εἰς αὐτὸν 10 εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς ‡ κυριου ¦ του κυριου ECM† NA WHΚυρίου τὰς εὐθείας; 11 Καὶ νῦν ἰδού, χεὶρ [t]Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα * δε ¦ τε ECM† NAδὲ [v]ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, [w]ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ [x]τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. [y]Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν [z]τῆς Πισιδίας, καὶ [aa]εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν [bb]οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ [cc]ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες [dd]Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 Ὁ Θεὸς τοῦ λαοῦ [ee]τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ [ff]Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18 Καὶ ὡς [gg]τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 [hh]Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, [ii]κατεκληρονόμησεν [jj]αὐτοῖς τὴν γῆν αὐτῶν. 20 [kk]Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ [ll]τοῦ προφήτου. 21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν [mm]Κίς, ἄνδρα ἐκ φυλῆς [nn]Βενιαμίν, ἔτη [oo]τεσσαράκοντα. 22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν † αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM† NA SBL ¦ τον δαυειδ αυτοις TH WHαὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον [qq]Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν [rr]ἤγαγε τῷ Ἰσραὴλ [ss]σωτηρίαν, 24 προκηρύξαντος [tt]Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας [uu]τῷ Ἰσραήλ. 25 Ὡς δὲ ἐπλήρου § ο ¦ — BYZ ECM† NA SBL TH WHὁ [ww]Ἰωάννης τὸν δρόμον, ἔλεγε, [xx]Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ‡ υμιν ¦ ημιν ECM† NA SBL TH WHὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης [zz]ἀπεστάλη. 27 Οἱ γὰρ κατοικοῦντες []ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο []Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29 Ὡς δὲ ἐτέλεσαν []πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές []εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις []αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· 33 ὡς καὶ ἐν τῷ ψαλμῷ []τῷ δευτέρῳ γέγραπται,
42 Ἐξιόντων δὲ []ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν []τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ []ῥήματα. 43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες []προσλαλοῦντες, ἔπειθον []αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44 Τῷ []τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ []Θεοῦ. 45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ ‡ του ¦ — ECM† NA SBL TH WHτοῦ Παύλου § λεγομενοις ¦ λαλουμενοις ECM† NA SBL TH WHλεγομένοις, []ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46 Παρρησιασάμενοι []δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας []εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. § επειδη δε ECM* ¦ επειδη ECM† NA SBL WH ¦ επει δε ECM*Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,
48 Ἀκούοντα δὲ τὰ ἔθνη []ἔχαιρε, καὶ []ἐδόξαζον τὸν λόγον τοῦ []Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου []δι᾽ ὅλης τῆς χώρας. 50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας []καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ []τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν []αὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52 Οἱ § δε ¦ τε ECM† NA SBL TH WHδὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14 ->-
a τινες ¦ — CT
b καλουμενος ¦ επικαλουμενος ANT
c τετραρχου ¦ τετρααρχου ECM NA SBL WH
d βαρναβαν ¦ τε βαρναβαν TR
e τον ¦ — CT
f τας χειρας αυτοις ¦ αυτοις τας χειρας ANT
g ουτοι ¦ αυτοι CT
h ουν ¦ — PCK
i πνευματος του αγιου ¦ αγιου πνευματος CT
j την ¦ — CT
k σελευκειαν ¦ σελευκιαν WH
l δε ¦ τε ANT BYZ CT PCK TR
m την ¦ — CT
n την ¦ ολην την CT
o τινα ¦ ανδρα τινα CT
p βαριησους ¦ βαριησουν BYZ HF PCK ¦ βαριησου ECM NA SBL
q και ¦ — CT
r εις ¦ προς ANT
s κυριου ¦ του κυριου ECM† NA WH
t κυριου ¦ του κυριου TR
u δε ¦ τε ECM† NA
v επεπεσεν ¦ επεσεν ANT NA SBL TH WH
w εκπλησσομενος ¦ εκπληττομενος PCK WH
x τον ¦ — CT
y ιωαννης ¦ ιωανης WH
z της πισιδιας ¦ την πισιδιαν CT
aa εισελθοντες ¦ ελθοντες TH WH
bb οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι PCK
cc εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος CT
dd ισραηλιται ¦ ισραηλειται TH WH
ee τουτου ¦ τουτου ισραηλ ANT CT TR
ff αιγυπτω ¦ αιγυπτου CT
gg τεσσαρακονταετη ¦ τεσσερακονταετη CT
hh και ¦ — WH
ii κατεκληρονομησεν ¦ κατεκληροδοτησεν TR
jj αυτοις ¦ — CT
kk και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα CT 5.2%
ll του ¦ — ECM* WH
mm κις ¦ κεις TH WH
nn βενιαμιν ¦ βενιαμειν TH WH
oo τεσσαρακοντα ¦ τεσσερακοντα CT
pp αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM† NA SBL ¦ τον δαυειδ αυτοις TH WH
qq δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
rr ηγαγε ¦ ηγειρε TR
ss σωτηριαν ¦ σωτηρα ιησουν CT TR
tt ιωαννου ¦ ιωανου WH
uu τω ¦ παντι τω λαω ANT CT TR
vv ο ¦ — BYZ ECM† NA SBL TH WH
ww ιωαννης ¦ ιωανης WH
xx τινα με ¦ τι εμε CT
yy υμιν ¦ ημιν ECM† NA SBL TH WH
zz απεσταλη ¦ εξαπεσταλη CT PCK
εν ¦ — BYZ HF PCK
πιλατον ¦ πειλατον WH
παντα ¦ απαντα TR
εισι ¦ νυν εισι ECM NA SBL WH
αυτων ημιν 95% ¦ ημων SBL WH 1.5% ¦ ημιν ECM 0%
τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
διο ¦ διοτι ECM† NA SBL TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
και ¦ — ECM*
τω ¦ — CT PCK
μωυσεως ¦ μωσεως BYZ HF TR ¦ μωυσεος PCK
εφ υμας ¦ — CT
εγω εργαζομαι ¦ εργαζομαι εγω CT
ο ¦ ω PCK ¦ εργον ω ANT TR ¦ εργον ο CT
εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ANT BYZ 20.9% ¦ αυτων CT 15.8%
τα εθνη ¦ — CT
ρηματα ¦ ρηματα ταυτα ANT BYZ CT HF PCK TR
προσλαλουντες ¦ προσλαλουντες αυτοις ANT CT TR
αυτους επιμενειν ¦ επιμενειν αυτους PCK ¦ αυτους προσμενειν ANT CT
τε ¦ δε CT TR
θεου ¦ κυριου ECM NA SBL TH
του ¦ — ECM† NA SBL TH WH
λεγομενοις ¦ λαλουμενοις ECM† NA SBL TH WH
αντιλεγοντες και 79.1% ¦ — CT 19.3%
δε ¦ τε CT
ειπον ¦ ειπαν CT
επειδη δε ECM* ¦ επειδη ECM† NA SBL WH ¦ επει δε ECM*
εχαιρε ¦ εχαιρον ANT BYZ CT PCK TR
εδοξαζον ¦ εδεξαντο ANT
κυριου ¦ θεου WH
δι ¦ καθ ECM*
και ¦ — CT
τον ¦ — CT
αυτων ¦ — CT
δε ¦ τε ECM† NA SBL TH WH