19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες [y]εἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν [z]πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς ‡ πιστευσας ¦ ο πιστευσας ECM† NA SBL TH WHπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς [bb]ἐν [cc]Ἱεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν [dd]διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν [ee]χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν [ff]τῷ Κυρίῳ· 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 Ἐξῆλθε δὲ εἰς Ταρσὸν [gg]ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, 26 καὶ εὑρὼν [hh]ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ [ii]αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι [jj]τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε [kk]πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. 28 Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, [ll]ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸν [mm]μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· [nn]ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου [oo]Καίσαρος. 29 Τῶν δὲ μαθητῶν καθὼς [pp]εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12 ->-
a και οτε 87.8% ¦ οτε δε CT 7.4%
b ιεροσολυμα ¦ ιερουσαλημ CT
c προς ανδρας ακροβυστιαν εχοντας εισηλθες και συνεφαγες ¦ εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες ECM† NA PCK SBL TH ¦ εισηλθε προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν ECM* WH
d ο ¦ — CT
e δε ¦ δε και CT
f παν ¦ — CT
g μοι ¦ — CT
h φωνη εκ δευτερου ¦ εκ δευτερου φωνη PCK WH
i παλιν ανεσπασθη ¦ ανεσπασθη παλιν CT
j ημην ¦ ημεν CT
k καισαρειας ¦ καισαριας WH
l μοι το πνευμα ¦ το πνευμα μοι CT
m διακρινομενον ¦ διακριναντα CT
n τε ¦ δε CT PCK
o αυτω ¦ — CT
p ανδρας ¦ — CT PCK
q κυριου ¦ του κυριου CT PCK
r ελεγεν ¦ ελεγεν οτι PCK
s ιωαννης ¦ ιωανης WH
t χριστον ¦ — PCK
u δε ¦ — CT PCK
v εδοξαζον ¦ εδοξασαν ECM† NA SBL TH WH
w γε ¦ — CT
x εδωκεν εις ζωην ¦ εις ζωην εδωκεν ECM† NA SBL TH WH
y εισελθοντες ¦ ελθοντες CT
z προς ¦ και προς CT
aa πιστευσας ¦ ο πιστευσας ECM† NA SBL TH WH
bb εν ¦ ουσης εν CT
cc ιεροσολυμοις ¦ ιερουσαλημ CT
dd διελθειν ¦ — ECM SBL TH WH
ee χαριν ¦ χαριν την ECM NA SBL WH
ff τω ¦ εν τω WH
gg ο βαρναβας ¦ — CT
hh ηγαγεν αυτον ¦ ηγαγεν CT PCK ¦ αυτον ηγαγεν αυτον ANT TR
ii αυτους ¦ αυτοις και CT
jj τη ¦ εν τη ANT CT TR
kk πρωτον ¦ πρωτως CT
ll εσημανε ¦ εσημαινε WH
mm μεγαν ¦ μεγαλην CT
nn οστις και ¦ ητις CT
oo καισαρος ¦ — CT
pp ευπορειτο ¦ ηυπορειτο ANT TR