9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων [o]ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· 10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ [p]ἐκείνων, [q]ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον [r]ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς [s]δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· 12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα [t]τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν [u]ἢ ἀκάθαρτον. 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ [v]πάλιν [w]ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, [x]καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι [y]ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν [z]Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες [aa]ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου [bb]διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν [cc]αὐτῷ τὸ πνεῦμα, Ἰδού, [dd]ἄνδρες [ee]ζητοῦσί σε. 20 § αλλα ¦ αλλ ECM NA28Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· [gg]διότι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς [hh]ἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; 22 Οἱ δὲ [ii]εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου [jj]ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.
30 Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην [xx]νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· [yy]ὃς παραγενόμενος λαλήσει σοι. 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ [zz]Θεοῦ.
34 Ἀνοίξας δὲ Πέτρος τὸ []στόμα εἶπεν, Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι []προσωπολήπτης ὁ Θεός· 35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. 36 Τὸν λόγον []ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστι πάντων Κύριος— 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, []ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν []Ἰωάννης· 38 Ἰησοῦν τὸν ἀπὸ []Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ. 39 Καὶ ἡμεῖς []ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ []ἐν Ἱερουσαλήμ· ὃν []καὶ []ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40 Τοῦτον ὁ Θεὸς ἤγειρε []τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι § αυτος ¦ ουτος ECM† NA SBL WHαὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, []ὅσοι []συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ []Ἁγίου Πνεύματος ἐκκέχυται. 46 Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη []ὁ Πέτρος, 47 Μήτι τὸ ὕδωρ []κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον []καθὼς καὶ ἡμεῖς; 48 Προσέταξέ ‡ τε ¦ δε ECM† NA SBL TH WHτε αὐτοὺς []βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11 ->-
a ην ¦ — ANT CT
b καισαρεια ¦ καισαρια WH
c σπειρης ¦ σπειρας PCK
d τε ¦ — CT
e ωραν ¦ περι ωραν CT
f ενατην ¦ εννατην BYZ TR
g ενωπιον ¦ εμπροσθεν CT
h εις ιοππην ανδρας ¦ ανδρας εις ιοππην CT
i σιμωνα ¦ σιμωνα τινα CT
j τον επικαλουμενον πετρον ¦ ος επικαλειται πετρος BYZ CT PCK TR
k θαλασσαν ¦ θαλασσαν ουτος λαλησει σοι τι σε δει ποιειν TR
l τω κορνηλιω ¦ αυτω CT
m αυτου ¦ — CT
n αυτοις απαντα ¦ απαντα αυτοις CT
o εκεινων ¦ αυτων ECM
p εκεινων ¦ αυτων CT
q επεπεσεν 78.6% ¦ εγενετο CT 10.9%
r επ αυτον ¦ — CT
s δεδεμενον και 88.6% ¦ — ECM NA SBL WH 4.2%
t της γης και τα θηρια και τα ερπετα και τα 79.3% ¦ και ερπετα της γης και CT 1.5%
u η ¦ και CT
v παλιν ¦ ευθυς CT
w ανεληφθη ¦ ανελημφθη CT
x και ¦ — CT
y απο ¦ υπο CT PCK
z σιμωνος ¦ του σιμωνος CT
aa επυνθανοντο ¦ επυθοντο WH
bb διενθυμουμενου ¦ ενθυμουμενου TR
cc αυτω το πνευμα 95.8% ¦ το πνευμα αυτω ECM* TH 3.8% ¦ το πνευμα WH 0.2%
dd ανδρες ¦ ανδρες τρεις ANT ECM NA TH TR ¦ ανδρες δυο WH
ee ζητουσι ¦ ζητουντες ECM NA SBL WH
ff αλλα ¦ αλλ ECM NA28
gg διοτι ¦ οτι CT
hh ανδρας ¦ ανδρας τους απεσταλμενους απο του κορνηλιου προς αυτον TR
ii ειπον ¦ ειπαν CT
jj αγιου ¦ — PCK
kk ο πετρος ¦ αναστας ANT CT
ll ιοππης ¦ της ιοππης ANT TR
mm συνηλθον ¦ συνηλθαν WH
nn και τη ¦ τη δε CT
oo εισηλθον ¦ εισηλθεν ECM† NA SBL WH ¦ εισηλθαν TH
pp καισαρειαν ¦ καισαριαν WH
qq συγκαλεσαμενος ¦ συνκαλεσαμενος WH
rr του 70.4% ¦ — TR 8.1%
ss αυτον ηγειρε ¦ ηγειρεν αυτον CT HF PCK
tt καγω ¦ και εγω CT
uu και εμοι ¦ καμοι CT
vv ο θεος εδειξε ¦ εδειξεν ο θεος ECM*
ww αναντιρρητως ¦ αναντιρητως WH
xx νηστευων και την ενατην (εννατην TR) ωραν 93.1% ¦ την ενατην CT 3.3%
yy ος παραγενομενος λαλησει σοι 93.6% ¦ — CT 4.6%
zz θεου ¦ κυριου CT
στομα ¦ στομα αυτου ANT
προσωποληπτης ¦ προσωπολημπτης CT
ον ¦ — WH
αρξαμενον ¦ αρξαμενος CT
ιωαννης ¦ ιωανης WH
ναζαρετ ¦ ναζαρεθ CT SCR
εσμεν ¦ — CT
εν ¦ — SBL WH
και ¦ — TR
ανειλον ¦ ανειλαν CT
τη ¦ εν τη NA
αυτος ¦ ουτος ECM† NA SBL WH
οσοι ¦ οι WH
συνηλθον ¦ συνηλθαν ECM NA SBL WH
αγιου πνευματος ¦ πνευματος του αγιου WH
ο ¦ — CT
κωλυσαι δυναται 86.1% ¦ δυναται κωλυσαι CT 3.2%
καθως ¦ ως CT PCK
τε ¦ δε ECM† NA SBL TH WH
βαπτισθηναι εν τω ονοματι του κυριου ¦ βαπτισθηναι εν τω ονοματι του κυριου ιησου PCK ¦ εν τω ονοματι ιησου χριστου βαπτισθηναι CT