ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο [a]ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, [b]ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν [c]τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 Καὶ [d]συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι [e]Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ [f]βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 Οἱ μὲν οὖν συνελθόντες ‡ επηρωτων ¦ ηρωτων ECM† NA SBL TH WHἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπε [h]δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ [i]λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ † μοι ¦ μου ECM† NA SBL TH WHμοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ [k]ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ [l]Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο [m]παρειστήκεισαν αὐτοῖς ἐν [n]ἐσθῆτι λευκῇ, 11 οἳ καὶ [o]εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε [p]ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος [q]ὁ Ἰησοῦς, ὁ [r]ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13 Καὶ ὅτε εἰσῆλθον, [s]ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ [t]Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ [u]Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ [v]καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ [w]Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ § συν ¦ — ECM† NAσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν [y]μαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ [z]ὡς ἑκατὸν εἴκοσιν— 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν [aa]ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος [bb]Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι [cc]τὸν Ἰησοῦν. 17 Ὅτι κατηριθμημένος ἦν [dd]σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ [ee]μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος [ff]ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ [gg]ἰδίᾳ διαλέκτῳ αὐτῶν [hh]Ἀκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος— 20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,
-
a ο ¦ — WH
b ανεληφθη ¦ ανελημφθη CT
c τεσσαρακοντα ¦ τεσσερακοντα CT
d συναλιζομενος ¦ συναλιζομενος μετ αυτων SCR
e ιωαννης ¦ ιωανης WH
f βαπτισθησεσθε εν πνευματι 92.1% ¦ εν πνευματι βαπτισθησεσθε CT 0.9%
g επηρωτων ¦ ηρωτων ECM† NA SBL TH WH
h δε ¦ — WH
i ληψεσθε ¦ λημψεσθε CT
j μοι ¦ μου ECM† NA SBL TH WH
k εν ¦ — PCK
l σαμαρεια ¦ σαμαρια WH
m παρειστηκεισαν ¦ παριστηκεισαν WH
n εσθητι λευκη ¦ εσθησεσι λευκαις NA SBL TH WH
o ειπον ¦ ειπαν CT
p εμβλεποντες ¦ βλεποντες SBL TH WH
q ο ¦ — PCK
r αναληφθεις ¦ αναλημφθεις CT
s ανεβησαν εις το υπερωον ¦ εις το υπερωον ανεβησαν CT
t ιακωβος και ιωαννης ¦ ιακωβος ιωαννης PCK ¦ ιωαννης και ιακωβος ECM NA SBL TH ¦ ιωανης και ιακωβος WH
u ματθαιος ¦ μαθθαιος CT
v και τη δεησει 95.5% ¦ — CT 3.9%
w μαρια ¦ μαριαμ CT
x συν ¦ — ECM† NA
y μαθητων ¦ αδελφων CT
z ως ¦ ωσει NA
aa ταυτην ¦ — CT
bb δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
cc τον ¦ — CT
dd συν ¦ εν CT
ee μισθου ¦ του μισθου TR
ff ελακησε ¦ ελακισε PCK
gg ιδια ¦ — WH
hh ακελδαμα ¦ ακελδαμαχ ECM NA SBL WH ¦ αχελδαμαχ TH
ii λαβοι ¦ λαβετω CT
jj εν ¦ — CT
kk ιωαννου ¦ ιωανου WH
ll ανεληφθη ¦ ανελημφθη CT
mm γενεσθαι συν ημιν ¦ συν ημιν γενεσθαι CT
nn βαρσαβαν ¦ βαρσαββαν ANT CT
oo ματθιαν ¦ μαθθιαν ECM NA SBL WH
pp ειπον ¦ ειπαν CT
qq ον εξελεξω εκ τουτων των δυο ενα ¦ εκ τουτων των δυο ον ενα εξελεξω SCR ¦ εκ τουτων των δυο ενα ον εξελεξω ST
rr κληρον ¦ τοπον CT
ss εξ ¦ αφ ECM† NA SBL TH WH
tt αυτων ¦ αυτοις NA SBL TH WH
uu ματθιαν ¦ μαθθιαν CT
vv συγκατεψηφισθη ¦ συνκατεψηφισθη TH WH