1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. 2 Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς [a]ἀσελγείαις, δι᾽ [b]οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. 3 Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ‡ νυσταξει ¦ νυσταζει ECM† NA SBL TH TR WHνυστάξει.
4 Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ [d]σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν [e]τηρουμένους· 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, † αλλα ¦ αλλ BYZ ECM HF NA28 PCK TRἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [g]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων § ασεβειν ¦ ασεβεσιν NA27 SBL WHἀσεβεῖν τεθεικώς· 7 καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, [i]ἐρρύσατο· 8 βλέμματι γὰρ καὶ ἀκοῇ [j]ὁ δίκαιος, [k]ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· 9 οἶδε Κύριος εὐσεβεῖς ἐκ [l]πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας.
17 Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, [v]νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, [w]ἀσελγείαις, τοὺς § οντως ¦ ολιγως NA27 SBL WHὄντως [y]ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [z]καὶ δεδούλωται. 20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ‡ κυριου 74.1% ¦ κυριου ημων NA27 14.7%Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν [bb]ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 Συμβέβηκε [cc]δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς † κυλισμα ¦ κυλισμον ECM† NA SBL TH WHκύλισμα βορβόρου.
<- ΠΕΤΡΟΥ Β 1ΠΕΤΡΟΥ Β 3 ->-
a ασελγειαις ¦ απωλειαις TR
b ους ¦ ας PCK
c νυσταξει ¦ νυσταζει ECM† NA SBL TH TR WH
d σειραις ¦ σειροις TH WH
e τηρουμενους ¦ τετηρημενους TR
f αλλα ¦ αλλ BYZ ECM HF NA28 PCK TR
g καταστροφη ¦ — WH
h ασεβειν ¦ ασεβεσιν NA27 SBL WH
i ερρυσατο ¦ ερυσατο TH WH
j ο ¦ — WH
k εγκατοικων ¦ ενκατοικων TH WH
l πειρασμου ¦ πειρασμων PCK SCR
m παρα κυριω ¦ παρα κυριου NA27 ¦ — ECM* SBL
n φυσικα γεγενημενα ¦ γεγενημενα φυσικα PCK ¦ γεγεννημενα φυσικα CT
o καταφθαρησονται ¦ και καταφθαρησονται HF ¦ και φθαρησονται CT
p κομιουμενοι 97.6% ¦ αδικουμενοι ECM NA SBL WH 2%
q ακαταπαυστους ¦ ακαταπαστους WH
r πλεονεξιας ¦ πλεονεξιαις TR
s καταλιποντες ¦ καταλειποντες NA27 TH WH
t ευθειαν ¦ την ευθειαν TR
u βοσορ ¦ βεωρ WH
v νεφελαι υπο … σκοτους εις αιωνα 58.9% ¦ νεφελαι υπο … σκοτους εις αιωνας PCK 22.8% ¦ και ομιχλαι υπο … σκοτους CT 1%
w ασελγειαις ¦ ασελγειας PCK ¦ εν ασελγειαις SCR
x οντως ¦ ολιγως NA27 SBL WH
y αποφυγοντας ¦ αποφευγοντας CT
z και ¦ — ECM NA TH WH
aa κυριου 74.1% ¦ κυριου ημων NA27 14.7%
bb επιστρεψαι 82.5% ¦ υποστρεψαι CT 4.7%
cc δε ¦ — CT
dd κυλισμα ¦ κυλισμον ECM† NA SBL TH WH