5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, † αλλα ¦ αλλ NA28 TRἀλλὰ ἀπὸ μέρους—ἵνα μὴ ἐπιβαρῶ—πάντας ὑμᾶς. 6 Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· 7 ὥστε τοὐναντίον [g]μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. 9 Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾯ δέ τι χαρίζεσθε, [h]καὶ ἐγώ· καὶ γὰρ ἐγὼ [i]εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· † αλλα ¦ αλλ NA28ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· 16 οἷς μὲν ὀσμὴ [k]θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ [l]ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ [m]λοιποί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾽ ὡς ἐξ [n]εἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ, [o]κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 1ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 3 ->-
a δε ¦ γαρ NA SBL WH
b εν λυπη προς υμας ελθειν ¦ ελθειν εν λυπη προς υμας TR ¦ εν λυπη ελθειν προς υμας ANT
c εστιν ¦ — CT
d υμιν ¦ — CT
e εχω ¦ σχω CT
f αλλα ¦ αλλ NA28 TR
g μαλλον ¦ — WH
h και εγω ¦ καγω CT
i ει τι κεχαρισμαι ω 81.6% ¦ ο κεχαρισμαι ει τι CT 3.3%
j αλλα ¦ αλλ NA28
k θανατου ¦ εκ θανατου CT
l ζωης ¦ εκ ζωης CT
m λοιποι 51.9% ¦ πολλοι BYZ CT TR 46.1%
n ειλικρινειας ¦ ειλικρινιας WH
o κατενωπιον του 87.3% ¦ κατεναντι CT 3.5%