1 Πρεσβυτέρους * τους ¦ ουν NA27 SBL WH ¦ ουν τους THτοὺς ἐν ὑμῖν παρακαλῶ ὁ [b]συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, [c]ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, § αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ [e]ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· 3 [f]μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4 Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις [g]ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν [h]ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει [i]περὶ ὑμῶν.
8 Νήψατε, [j]γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, [k]περιπατεῖ ζητῶν [l]τίνα καταπίῃ· 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν * κοσμω ¦ τω κοσμω ECM* NA27 SBL WHκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας [n]ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ‡ ιησου ¦ — ECM† NA28 SBL TH WHἸησοῦ, ὀλίγον παθόντας αὐτὸς [p]καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. 11 Αὐτῷ [q]ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας † των αιωνων ¦ — ECM† NA WHτῶν αἰώνων. Ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν [s]ἑστήκατε. 13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. 14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
-
a τους ¦ ουν NA27 SBL WH ¦ ουν τους TH
b συμπρεσβυτερος ¦ συνπρεσβυτερος TH WH
c επισκοπουντες 95% ¦ — WH 0.8%
d αλλ ¦ αλλα NA27 SBL TH WH
e εκουσιως ¦ εκουσιως κατα θεον ECM NA SBL TH
f μηδε ¦ μηδ ANT CT TR
g υποτασσομενοι 90.6% ¦ — CT 3.5%
h επιρριψαντες ¦ επιριψαντες CT
i περι ¦ υπερ PCK
j γρηγορησατε ¦ γρηγορησατε οτι PCK TR
k περιπατει ¦ περιερχεται PCK
l τίνα καταπίῃ ¦ τινα καταπιεῖν ECM NA PCK SBL TH ¦ καταπιεῖν WH
m κοσμω ¦ τω κοσμω ECM* NA27 SBL WH
n υμας ¦ ημας TR
o ιησου ¦ — ECM† NA28 SBL TH WH
p καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι PCK TR ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ANT ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ECM NA SBL TH ¦ καταρτισει στηριξει σθενωσει WH
q η δοξα και 60% ¦ — CT 0.6%
r των αιωνων ¦ — ECM† NA WH
s εστηκατε ¦ στητε CT
t ιησου ¦ — ECM† NA SBL TH WH
u αμην ¦ — CT