1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ [a]μαρτύριον τοῦ Θεοῦ. 2 Οὐ γὰρ ἔκρινα [b]τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3 [c]Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4 Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν [d]πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν [e]σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται,
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 Ὁ δὲ πνευματικὸς ἀνακρίνει [n]μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. 16 Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς [o]συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 1ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 3 ->-
a μαρτυριον 93.1% ¦ μυστηριον NA WH 4.4%
b του ειδεναι τι ¦ τι ειδεναι CT
c και εγω ¦ καγω CT
d πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοις σοφιας λογοις NA TH 3.9% ¦ πιθοις σοφιας λογοις WH 0.6% ¦ πειθοι σοφιας SBL 0%
e σοφιαν θεου ¦ θεου σοφιαν CT
f α ¦ οσα SBL WH
g δε ¦ γαρ SBL WH
h ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος CT
i αυτου ¦ — CT
j ερευνα ¦ εραυνα CT
k οιδεν ¦ εγνωκεν CT
l αγιου ¦ — CT
m συγκρινοντες ¦ συνκρινοντες TH WH
n μεν ¦ τα NA SBL
o συμβιβασει ¦ συνβιβασει WH