6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 Μηδὲ εἰδωλολάτραι [h]γίνεσθε, καθώς τινες αὐτῶν· [i]ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ [j]πιεῖν, καὶ ἀνέστησαν παίζειν. 8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ [k]ἔπεσον [l]ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 Μηδὲ ἐκπειράζωμεν τὸν [m]Χριστόν, καθὼς [n]καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [o]ἀπώλοντο. 10 Μηδὲ γογγύζετε, [p]καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 Ταῦτα δὲ [q]πάντα [r]τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων [s]κατήντησεν. 12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. 13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· [t]πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι [u]ὑμᾶς ὑπενεγκεῖν.
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς [v]εἰδωλολατρείας. 15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία [w]τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [x]οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; 19 Τί οὖν φημι; Ὅτι [y]εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; 20 Ἀλλ᾽ ὅτι ἃ [z]θύει τὰ ἔθνη, δαιμονίοις [aa]θύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων [bb]γίνεσθαι. 21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
23 Πάντα [cc]μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάντα [dd]μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. 24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου [ee]ἕκαστος. 25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 Τοῦ [ff]γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 Εἰ [gg]δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο [hh]εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· [ii]Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 [jj]Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. 32 Ἀπρόσκοποι [kk]γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ· 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ [ll]συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 9ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 11 ->-
a δε ¦ γαρ CT
b μωυσην ¦ μωσην TR
c εβαπτισαντο ¦ εβαπτισθησαν NA
d βρωμα πνευματικον ¦ πνευματικον βρωμα CT
e πομα πνευματικον επιον ¦ πνευματικον επιον πομα CT
f δε πετρα ¦ πετρα δε CT
g ευδοκησεν ¦ ηυδοκησεν SBL TH WH
h γινεσθε ¦ γεινεσθε TH
i ωσπερ ¦ ως ANT TR
j πιειν ¦ πειν CT
k επεσον ¦ επεσαν CT
l εν ¦ — CT
m χριστον 89% ¦ κυριον TH WH 7.3%
n και ¦ — CT
o απωλοντο ¦ απωλλυντο CT
p καθως και 78.2% ¦ καθως TH 18% ¦ καθαπερ NA SBL WH 1%
q παντα ¦ — CT
r τυποι συνεβαινον 84.4% ¦ τυπικως συνεβαινεν CT 7.8%
s κατηντησεν ¦ κατηντηκεν CT
t πιστος ¦ δυνατος PCK
u υμας ¦ — CT
v ειδωλολατρειας ¦ ειδωλολατριας ANT CT PCK
w του αιματος του χριστου εστι ¦ εστι του αιματος του χριστου CT
x ουχι ¦ ουχ NA SBL WH
y ειδωλον τι εστιν η οτι ειδωλοθυτον ¦ ειδωλοθυτον τι εστιν η οτι ειδωλον CT
z θυει τα εθνη ¦ θυουσι NA SBL ¦ θυουσι τα εθνη TH WH
aa θυει και ου θεω ¦ και ου θεω θυουσιν CT
bb γινεσθαι ¦ γεινεσθαι TH
cc μοι ¦ — CT
dd μοι ¦ — CT
ee εκαστος 82.1% ¦ — CT 4.4%
ff γαρ κυριου ¦ κυριου γαρ CT
gg δε ¦ — CT
hh ειδωλοθυτον ¦ ιεροθυτον CT
ii του γαρ κυριου η γη και το πληρωμα αυτης 88.3% ¦ — CT 8.3%
jj ει ¦ ει δε TR
kk γινεσθε και ιουδαιοις ¦ και ιουδαιοις γινεσθε NA SBL WH ¦ και ιουδαιοις γεινεσθε TH
ll συμφερον ¦ συμφορον CT