ΠΡΟΣ ΤΙΤΟΝ
5 Τούτου χάριν * ⸂ κατέλιπόν RP f 35 TR ¦ ἀπέλιπόν TNT2 NA NIV SBL ¦ ἀπέλειπόν WH ⸂κατέλιπόν⸃ σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· 6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. 7 Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 Εἰσὶν γὰρ * ⸂ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται RP f 35 TR NA27+28 SBL ¦ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται TNT2 WH NA25 NIV ⸂πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται,⸃ μάλιστα οἱ ἐκ * ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL ⸆ περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. 12 Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. 13 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15 * ⸂ Πάντα μὲν … τοῖς δὲ RP f 35 TR ¦ Πάντα … τοῖς δὲ TNT2 WH NA NIV SBL ⸂Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ⸃ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
ΤΙΤΟΝ 2 ->-
a ⸂ χάρις, ἔλεος, εἰρήνη RP f 35 TR ¦ χάρις καὶ εἰρήνη TNT2 WH NA NIV SBL
b ⸂2 κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL
c ⸂ κατέλιπόν RP f 35 TR ¦ ἀπέλιπόν TNT2 NA NIV SBL ¦ ἀπέλειπόν WH
d ⸂ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται RP f 35 TR NA27+28 SBL ¦ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται TNT2 WH NA25 NIV
e ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL
f ⸂ Πάντα μὲν … τοῖς δὲ RP f 35 TR ¦ Πάντα … τοῖς δὲ TNT2 WH NA NIV SBL