15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, * ⸂ λέγοντες RP f 35 TR NA27+28 NIV SBL ¦ λέγοντας TNT2 WH NA25 ⸂λέγοντες,⸃ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 Λέγουσιν * ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋αὐτῷ,⸌ Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, * ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ⸌ ἡ γυνή. 28 Ἐν τῇ * ⸉ οὖν ἀναστάσει RP f 35 TR ¦ ἀναστάσει οὖν TNT2 WH NA NIV SBL ⸉οὖν ἀναστάσει,⸊ τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε * ⸂ ἐκγαμίζονται RP f 35 TR ¦ γαμίζονται TNT2 WH NA NIV SBL ⸂ἐκγαμίζονται,⸃ ἀλλ᾽ ὡς ἄγγελοι * ⸂2 τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV ¦ θεοῦ SBL ⸂2τοῦ θεοῦ⸃ ἐν * ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL ⸆ οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ; * ⸂ Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν RP f 35 TR ¦ Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν TNT2 WH NA NIV SBL ⸂Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν,⸃ ἀλλὰ ζώντων. 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, * ⸋ καὶ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ λέγων,⸌ 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 * ⸂ ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL ⸂ὁ δὲ Ἰησοῦς⸃ * ⸂2 ἔφη RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶπεν TR ⸂2ἔφη⸃ αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, * ⸂3 ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου RP ¦ ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου f 35 TR TNT2 NA NIV SBL ¦ ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου WH ⸂3ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.⸃ 38 Αὕτη ἐστὶν * ⸂ πρώτη καὶ μεγάλη RP f 35 TR ¦ ἡ μεγάλη καὶ πρώτη TNT2 WH NA NIV SBL ⸂πρώτη καὶ μεγάλη⸃ ἐντολή. 39 Δευτέρα * ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋δὲ⸌ ὁμοία * ⸂ αὐτῇ RP TR TNT2 NA NIV SBL ¦ αὕτη f 35 WH ⸂αὐτῇ,⸃ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς * ⸂ ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται RP f 35 TR ¦ ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται TNT2 WH NA NIV SBL ⸂ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.⸃
41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; Τίνος υἱός ἐστιν; Λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ. 43 Λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι * ⸉ κύριον αὐτὸν καλεῖ RP f 35 TR ¦ καλεῖ αὐτὸν κύριον TNT2 WH NA NIV SBL ⸉κύριον αὐτὸν καλεῖ,⸊ λέγων, 44 Εἶπεν * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου * ⸂ ὑποπόδιον RP f 35 TR ¦ ὑποκάτω TNT2 WH NA NIV SBL ⸂ὑποπόδιον⸃ τῶν ποδῶν σου; 45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 Καὶ οὐδεὶς ἐδύνατο * ⸉ αὐτῷ ἀποκριθῆναι RP TR ¦ ἀποκριθῆναι αὐτῷ f 35 TNT2 WH NA NIV SBL ⸉αὐτῷ ἀποκριθῆναι⸊ λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
<- ΜΑΤΘΑΙΟΝ 21ΜΑΤΘΑΙΟΝ 23 ->-
a ⸉ αὐτοῖς ἐν παραβολαῖς RP f 35 TR ¦ ἐν παραβολαῖς αὐτοῖς TNT2 WH NA NIV SBL
b ⸂ ἡτοίμασα RP f 35 TR ¦ ἡτοίμακα TNT2 WH NA NIV SBL
c ⸂ ὁ … ὁ RP f 35 TR ¦ ὃς … ὃς TNT2 WH NA NIV SBL
d ⸂2 εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL
e ⸂ Καὶ ἀκούσας ὁ βασιλεὺς RP f 35 ¦ Ἀκούσας δὲ ὁ βασιλεὺς TR ¦ Ὁ δὲ βασιλεὺς TNT2 WH NA NIV SBL
f ⸋ ἐκεῖνος RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
g ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL
h ⸂ ὅσους RP f 35 TR TNT2 ¦ οὓς WH NA NIV SBL
i ⸂2 γάμος RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ νυμφὼν WH NA25
j ⸉ εἶπεν ὁ βασιλεὺς RP f 35 TR ¦ ὁ βασιλεὺς εἶπεν TNT2 WH NA NIV SBL
k ⸉2 πόδας καὶ χεῖρας RP TR TNT2 WH NA NIV SBL ¦ χεῖρας καὶ πόδας f 35
l ⸂ ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP f 35 TR ¦ ἐκβάλετε αὐτὸν TNT2 WH NA NIV SBL
m ⸂ λέγοντες RP f 35 TR NA27+28 NIV SBL ¦ λέγοντας TNT2 WH NA25
n ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
o ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
p ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
q ⸉ οὖν ἀναστάσει RP f 35 TR ¦ ἀναστάσει οὖν TNT2 WH NA NIV SBL
r ⸂ ἐκγαμίζονται RP f 35 TR ¦ γαμίζονται TNT2 WH NA NIV SBL
s ⸂2 τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV ¦ θεοῦ SBL
t ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL
u ⸂ Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν RP f 35 TR ¦ Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν TNT2 WH NA NIV SBL
v ⸋ καὶ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
w ⸂ ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL
x ⸂2 ἔφη RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶπεν TR
y ⸂3 ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου RP ¦ ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου f 35 TR TNT2 NA NIV SBL ¦ ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου WH
z ⸂ πρώτη καὶ μεγάλη RP f 35 TR ¦ ἡ μεγάλη καὶ πρώτη TNT2 WH NA NIV SBL
aa ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
bb ⸂ αὐτῇ RP TR TNT2 NA NIV SBL ¦ αὕτη f 35 WH
cc ⸂ ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται RP f 35 TR ¦ ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται TNT2 WH NA NIV SBL
dd ⸉ κύριον αὐτὸν καλεῖ RP f 35 TR ¦ καλεῖ αὐτὸν κύριον TNT2 WH NA NIV SBL
ee ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
ff ⸂ ὑποπόδιον RP f 35 TR ¦ ὑποκάτω TNT2 WH NA NIV SBL
gg ⸉ αὐτῷ ἀποκριθῆναι RP TR ¦ ἀποκριθῆναι αὐτῷ f 35 TNT2 WH NA NIV SBL