8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ⸂ἀλλήλους ἀγαπᾶν[f]· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 9 τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸂τῷ λόγῳ τούτῳ[g] ἀνακεφαλαιοῦται, ⸂ἐν τῷ[h]· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς[i] ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ⸀ἀποβαλώμεθα[j]οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθα δὲ[k] τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14 ->-
a οὖσαι WH Treg NA28 ] + ἐξουσίαι RP
b ὑπὸ WH Treg NA28 ] + τοῦ RP
c τῷ ἀγαθῷ ἔργῳ WH Treg NA28 ] τῶν ἀγαθῶν ἔργων RP
d τῷ κακῷ WH Treg NA28 ] τῶν κακῶν RP
e ἀπόδοτε WH Treg NA28 ] + οὖν RP
f ἀλλήλους ἀγαπᾶν WH Treg NA28 ] ἀγαπᾶν ἀλλήλους RP
g τῷ λόγῳ τούτῳ WH Treg NA28 ] τούτῳ τῷ λόγῳ RP
h ἐν τῷ WH Treg RP NA28 ] – NIV
i ἤδη ὑμᾶς WH NA28 ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
j ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NA28 RP
k ἐνδυσώμεθα δὲ WH Treg NA28 ] καὶ ἐνδυσώμεθα RP