5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε ⸂τῷ θεῷ[e] ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, ⸀καὶ[f]οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. 6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, ⸀λεγόντων[g] Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ ⸀θεός[h] ὁ παντοκράτωρ. 7 χαίρωμεν καὶ ⸀ἀγαλλιῶμεν[i] καὶ ⸀δώσομεν[j]τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, 8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον ⸀λαμπρὸν[k]καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
9 Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. 10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρία[l] Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ ⸀μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ⸂πιστὸς καλούμενος[m] καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 οἱ δὲ ὀφθαλμοὶ ⸀αὐτοῦ[n]φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ⸀ἔχων[o]ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον ⸀βεβαμμένον[p]αἵματι, καὶ ⸀κέκληται[q]τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. 14 καὶ τὰ[r]στρατεύματα ⸀τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ⸀ῥομφαία[s]ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 Καὶ εἶδον ⸀ἕνα[t]ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ⸀ἔκραξεν[u]φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπʼ ⸀αὐτῶν[v] καὶ[w]σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν ⸀καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι ⸀τὸν[x]πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ⸂μετʼ αὐτοῦ ὁ [y] ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς ⸂τῆς καιομένης[z] ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 20 ->-
a δόξα καὶ ἡ δύναμις WH Treg NA28 ] δύναμις καὶ ἡ δόξα RP
b ἔφθειρεν WH Treg NA28 ] διέφθειρεν RP
c εἴρηκαν WH Treg NA28 ] εἴρηκεν RP
d τῷ θρόνῳ WH Treg NA28 ] τοῦ θρόνου RP
e τῷ θεῷ WH Treg NA28 ] τὸν θεὸν RP
f καὶ Treg NA28 RP ] – WH
g λεγόντων WH Treg NA28 ] λέγοντες RP
h θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NA28 RP
i ἀγαλλιῶμεν WH Treg NA28 ] ἀγαλλιώμεθα RP
j δώσομεν WH ] δώσωμεν NA28; δῶμεν Treg RP
k λαμπρὸν WH Treg NA28 ] + καὶ RP
l μαρτυρία WH Treg NA28 ] + τοῦ RP
m πιστὸς καλούμενος WH Treg ] καλούμενος πιστὸς NA28 RP
n αὐτοῦ WH Treg RP ] + ὡς NA28
o ἔχων WH Treg NA28 ] + ὀνόματα γεγραμμένα καὶ RP
p βεβαμμένον Treg NA28 RP ] ῤεραντισμένον WH
q κέκληται WH Treg NA28 ] καλεῖται RP
r τὰ WH NA28 RP ] – Treg
s ῥομφαία WH Treg NA28 ] + δίστομος RP
t ἕνα WH Treg NA28 ] – RP
u ἔκραξεν Treg RP ] + ἐν WH NA28
v αὐτῶν NA28 RP ] αὐτούς WH Treg
w καὶ WH Treg NA28 ] τε καὶ RP
x τὸν WH Treg NA28 ] – RP
y μετʼ αὐτοῦ ὁ WH Treg NA28 ] ὁ μετʼ αὐτοῦ RP
z τῆς καιομένης WH Treg NA28 ] τὴν καιομένην RP
Languages